Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 28
Epiphanius, Panarion (Adversus haereses) 28.3
Not analysed yet
ἔπειτα δὲ καὶ τὰς συζυγίας σημᾶναι θέλων καἰ τὸ τῆς Ἐκκλησίας οὐκ ἄν παρέλιπεν ὄνομα, ἀλλ᾿ ἢ καὶ ἐπὶ τῶν λοιπῶν συζυγιῶν ἀρκέσθη ἀρρένων προσηγορίᾳ, ὀμοίως δυναμένων κἀκείνων συνυπακούεσθαι, ἵνα τὴν ἑνότητα διὰ πάντων ᾖ πεφυλακώς, <ἢ> εἰ τῶν λοιπῶν τὰς συζύγους κατέλεγε, καὶ τὴν τοῦ Ἀνθρώπου ἄν μεμηνύκει σύζυγον καὶ οὐκ ἄν ἀφῆκεν ἐκ μαντείας ἡμᾶς λαμβάνειν τοὔνομα αὐτῆς.