# Panarion (Adversus haereses) 28.4-9

Epiphanius, Panarion (Adversus haereses), 28.4 to 28.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/28.4

Φανερὰ οὖν ἡ τῆς ἐξηγήσεως <αὐτῶν> παραποίησις. τοῦ γὰρ Ἰωάννουἕνα θεὸν παντοκράτορα καὶ ἕνα μονογενῆ Χριστὸν Ἰησοῦν κηρύσσοντος δι᾿ οὗ τὰ πάντα γεγονέναι λέγει, τοῦτον υἱὸν θεοῦ *, τοῦτον μονογενῆ, τοῦτον ποιητήν, τοῦτον φῶς ἀληθινὸν φωτίζον πάντα ἄνθρωπον, τοῦτον κόσμου ποιητήν, τοῦτον εἰς τὰ ἴδια ἐληλυθότα, τοῦτον αὐτὸν σάρκα γεγονότα καὶ ἐσκηνωκότα ἐν ἡμῖν, — οὗτοι παρατρέποντες κατὰ τὸ πιθανὸν τὴν ἐξήγησιν ἄλλον μὲν τὸν Μονογενῆ θέλουσιν εἶναι κατὰ τὴν προβολὴν ὄν δὴ καὶ Ἀρχὴν καλοῦσιν, ἄλλον δὲ τὸν Σωτῆρα γεγονέναι θέλουσι καὶ ἄλλον τὸν Λόγον υἱὸν τοῦ Μονογενοῦς καὶ ἄλλον τὸν Χριστὸν εἰς ἐπανόρθωσιν τοῦ πληρώματος προβεβλημένον. καὶ ἕν ἕκαστον τῶν εἰρημένων ἄραντες ἀπὸ τῆς ἀληθείας <καὶ> καταχρησάμενοι τοῖς ὀνόμασιν εἰς ἱδίαν ὑπόθεσιν μετήνεγκαν, ὥστε κατ᾿ αὐτοὺς ἐν τοῖς τοσούτοις τὸν Ἰωάννην τοῦ κυρίου Χριστοῦ Ἰησοῦ μνείαν μὴ ποιεῖσθαι. εἰ γὰρ Πατέρα εἴρηκε καὶ Χάριν καὶ Μονογενῆ καὶ Ἀλήθειαν καὶ Λόγον καὶ Ζωὴν καὶ Ἄνθρωπον καὶ Ἐκκλησίαν, κατὰ τὴν ἐκείνων ὑπόθεσιν περὶ τῆς πρώτης Ὀγδοάδος εἴρηκεν, ἐν ᾗ οὐδέπω Ἰησοῦς οὐδέπω Χριστός, ὁ τοῦ διδάσκαλος. ὅτι δὲ οὐ περὶ τῶν συζυγιῶν αὐτῶν 6 ἀπόστολος εἴρηκεν, ἀλλὰ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅν καὶ Λόγον οἶδεν τοῦ θεοῦ, αὐτὸς πεποίηκε φανερόν. ἀνακεφαλαιούμενος γὰρ περὶ τοῦ εἰρημένου αὐτῷ ἄνω ἐν ἀρχῇ Λόγου ἐπεξηγεῖται »καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν«. κατὰ δὲ τὴν ἐκείνων ὑπόθεσιν οὐχ ὁ Λόγος ἐγένετο, ὅς Τε οὐδὲ ἦλθέν Ποτε ἐκτὸς Πληρώματος, ἀλλὰ ὁ ἐκ πάντων γεγονὼς καὶ μεταγενέστερος τοῦ Λόγου Σωτήρ.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
