Ancient Greek
28.8 to 28.9
Epiphanius, Panarion (Adversus haereses) 28.8-9
Not analysed yet
καὶ διήρκεσεν ἄχρι Χριστοῦ τοῦτο, καὶ τούτου ἕνεκα καὶ αὐτὸς εὐδοκεῖ περιτμηθῆναι καὶ ἄνθρωπος γέγονεν ἐν ἀληθείᾳ, ἄνωθεν ἐλθὼν ἐκ πατρὸς θεὸς Λόγος καὶ οὐκ ἀποθέμενος τὴν θεότητα, ἀλλὰ σάρκα φορέσας ἐν ἀληθείᾳ· τελείαν δὲ ἐνανθρώπησιν ἔχων περιτέμνεται, τὰ πάντα οἰκονομῶν ἐν ἀληθείᾳ, ἵνα καὶ Ἰοδαῖοι ὡς προεῖπον ἀναπολόγητοι ὠσιν καὶ Μανιχαῖοι καὶ ἄλλοι ἐλεγχθήσονται καὶ ἴνα περιτμηθεὶς εὐλόγως καταλύσῃ τὴν περιτομὴν καὶ ἄλλην μείζονα ὑποδείξῃ, οὐχ ὡς μὴ ἔχων καὶ ἑαυτῷ συνιστάμενος, ἀλλὰ ἔχων μὲν δεικνὺς δὲ ὅτι ταύτης οὐκέτι ἐστὶν χρεία, ἀλλὰ τῆς μείζονος.