Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 29
Epiphanius, Panarion (Adversus haereses) 29.1-2
Not analysed yet
29. Μάθετε οὖν, ἀνόητοι, ὅτι Ἰησοῦς 6 παθὼν ὑπὲρ ἡμῶν, 6 κατασκηνώσας ἐν ἡμῖν, οὗτος αὐτός ἐστιν 6 Λόγος τοῦ θεοῦ. εἰ μὲν γὰρ ἄλλος τις τῶι Αἰώνων ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας σὰρξ ἐγένετο, εἰκὸς ἦν περὶ ἄλλου εἰρηκέναι τὸν ἀπόστολον· εἰ δὲ 6 Λόγος [ὁ] τοῦ Πατρὸς ὁ καταβὰς αὐτός ἐστιν †καὶ 6 ἀναβάς, ὁ τοῦ μόνου θεοῦ μονογενὴς υἱός, κατὰ τὴν τοῦ Πατὸς εὐδοκίαν σαρκωθεὶς ὑπὲρ ἀνθρώπων, οὐ περὶ ἄλλου τινὸς οὐδὲ περὶ Ὀγδοάδος <ὁ Ἰωάννης> τὸν λόγον πεποίηται, ἀλλ᾿ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ.