Ancient Greek
Κατὰ Ἐβιωναίων ιݲ, τῆς δὲ ἀΚολουθίας λݲ., Chapter 29
Epiphanius, Panarion (Adversus haereses) 29.10
Not analysed yet
εἰ τοίνυν ἀπὸ νηπίου οἷδε τὸν ναὸν καὶ τὸν πατέρα, οὐκ ἄρα ψιλὸς ἄνθρωπος ὁ γεννηθεὶς Ιησοῦς οὐδὲ μετὰ τὸ τριακοστὸν ἔτος, μετὰ τὸ ἐλθεῖν εἰς αὐτὸν τὸ εἶδος τῆς περιστερᾶς, υἱὸς καὶ Χριστὸς ἐκαλεῖτο, ἀλλὰ καὶ εὐθὺς καὶ θαρραλεωτέρως ἐν τοῖς τοῦ πατρὸς αὐτοῦ δεῖν αὐτὸν εἶναι ἐδίδασκεν.