# Panarion (Adversus haereses) 3-10

Epiphanius, Panarion (Adversus haereses), Kατὰ Σευηριανῶν κε, τὴς δὲ ἀκολουθίας με., Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/3-10

3. Ὅθεν καὶ οὗτος ἁλίσκεται κατὰ πάντα τρόπον τοῖς ἄλλοις ἐπακολουθῶν ἀγύρταις τοῖς τὰ δηλητήρια τῷ βίῳ κατασκευάσασιν. ἀνατραπήσεται γὰρ ῥᾳδίως· οὐ γὰρ παμπόλλου ἐπικεηθήσεται καμάτου ἡ πρὸς αὐτὸν ἀνατροπή. ὅλον γὰρ τὸ σῶμα συγκεκερασμένον τοῖς καλῶς ἐν αὐτῷ γεγονόσιν ἐκ θεοῦ, φημὶ δὲ ὀρέξεσιν οὐ δἰ ἀτοπίαν τάξιν (λέγω δὲ τὸ ὀρέγεσθαι ὕπνου βρωτῶν πόματος ἐνδύσεως καὶ τῶν ἄλλων πάντων τῶν εἰς τὰ ἴδια καὶ θεῷ εὐάρεστα ἡμῖν συμβαινόντων), ὡς καὶ αὐτὴν τὴν ὄρεξιν τῆς κατὰ τὸ σῶμα ἐπιθυμίας οὐκ ἄταπον οὖσαν παραστήσαιμ’ ἄν. ἔστιν γὰρ πρὸς παιδοποιίαν ἐν σεμνότητι δοθεῖσα καὶ εἰς δόξαν τοῦ ποιήσαντος τὰ πάντα, καθάπερ τῇ γῇ τὰ σπέρματα εἰς ἐπίχυσιν πλήθους τῶν ὑπὸ θεοῦ κεκτισμένων καλῶν γεννημάτων, * δέ φημι καὶ ἀκροδρύων, οὕτως καὶ τῇ ἀνθρωπότητι εἰς τὸ πληρῶσαι τό »αὐτξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
