# Panarion (Adversus haereses) 3-12

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Καϊντιλλιανῶν εἴτ᾿ οὖν Πεπουζιανῶν τῶν καὶ Πρισκιλλιανῶν, οἷς συνάπτονται Ἀρτοτυρῖται κݲθݲ, τῆς δὲ ἀκολουθίας μݲθݲ., Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/3-12

3. πᾶσα δὲ ἀνθρώπων χλεύη ἐν τῷ ἀποστῆναι <καθέστηκεν> ἀπὸ τῆς ὁρθῆς πίστεως καὶ εἰς ἀμηχανίαν τρέπεσθαι καὶ εἰς διαφορὰς ἐνθουσιασμῶν τε καὶ ὀργίων. ἐκβακχευόμεναι γὰρ αἱ διάνοιαι ἀεὶ τοὺς μὴ κατέχοντας τὴν ἄγκυραν τῆς ἀληθείας, ἀλλ᾿ἐπιδιδόντας ἐαυτοὺς τῷ * φέρουσι κατὰ πᾶσαν ὁτιοῦν αἰτίαν. κἄν τε γὰρ γυναῖκες παρ᾿ αὐτοῖς εἰς ἐπισκοπὴν καὶ πρεσβυτέριον καθίστανται διὰ τὴν Εὔαν, ἀκούσωσι τοῦ κυρίου λέγοντος »πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει«. λέληθε δὲ αὐτοὺς καὶ ὁ ἀποστολικὸς λόγος ὅτι »γυναικὶ οὐκ ἐπιτρέπω λαλεῖν οὔτε αὐθεντεῖν ἀνδρός« καὶ πάλιν »οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός. ἀλλὰ γυνὴ ἐξ ἀνδρός« καὶ »ὁ Ἀδὰμ οὐκ ἠπάτηται, ἀλλ᾿ ἡ Εὔα πρώτη ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν«. καὶ ὦ τῆς πολυφόρου πλάνης τοῦ κόσμου τούτου. διὸ ὡς νωδόν τι καὶ ἀφροσύνης ἔμπλεον ἀσκαλαβώτου δίκην * ταύτην παρελθὼν ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, ὦ ἀγαπητοί, θεὸν ἐπικαλούμενος καλούμενος εἰς βοήθειαν τῆς ἡμετέρας ταπεινότητος καὶ εἰς πλήρωσιν τῆς ἡμῶν ἐπαγγελίας.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
