# Panarion (Adversus haereses) 3-17

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Νοητιανῶν λݲζݲ, τῆς δὲ ἀκολουθέας νݲςݲ., Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/3-17

3. Παντὶ δὲ τῷ τὸν νοῦν εἰς θεὸν * κεκτημένῳ καὶ ἐν θείᾳ γραφῇ καὶ ἐν πνεέυματι ἁγίῳ κατηυγασμένῳ εὐθυέλεγκτος ὁ αὐτῶν λόγος καὶ πάσης ἀνοίας ἔμπλεως φανεῖται. τὀλμης γὰρ τὸ ἔργον καὶ τυφλώσεως * ἡ διάνοια φάσκουσα τὸν αὐτὸν πατέρα ὄντα καὶ τὸν αὐτὸν αὐτὸν υἱὸν καὶ τὸν αὐτὸν πεπονθότα· ὡς καὶ ἀπ᾿ ὀρθοῦ λογισμοῦ καὶ εὐλόγου κριθήσονται οἱ τὰ τοιαῦτα φάσκοντες. πῶς γὰρ εἴη πατὴρ ὁ αὐτὸς καὶ υἱὸς ὑπάρχων; εἰ γὰρ υἱὸς ὑπάρχει, πάντως που τινὸς υἱὸς εἴη, ἀφ᾿ οὖπερ γεγέννηται. εἰ δὲ πατήρ ἐστιν, ἑαυτὸν γεννᾶν ἀδύνατον. πάλιν δὲ τὸ καλούμενον υἱὸς ἑαυτὸν οὐκ ἐγέννησεν, ἀλλὰ ἐκ πατρὸς γεγέννηται. καὶ ὦ τῆς τῶν ἀνθρώπων πολλῆς φρενοβλαβείας καὶ ἀκατορθώτου λογισμοῦ. ἔστι γάρ, ἔστιν τὸ εὔλογον οὐχ ὡς οὖτοι δοξάζουσιν, ἀλλ᾿ ὡς ἡ ἀλήθεια διὰ τῆς θείας γραφῆς ἡμῖν ὑποδείκνυσιν. εὐθὺς γὰρ φάσκει ὁ κύριος λέγων· »ἰδοὐ, συνἠσει ὁ παῖς μου ὁ ἀγαπητός, ὄν ᾐρέτισα, ὄν ἠγάπησεν ἡ ψυχή μου· θήσομαι τὸ πνεῦμά μου ἐπ᾿ αὐτῷ«. καὶ ὁρᾷς πῶς φωνὴ μὲν πατρὸς δείκνυσι σύσει υἱόν, ἐφ᾿ ᾦ καὶ τὸ πνεῦμα αὐτοῦ τίθησιν. εἶτα δὲ αὐτὸς ὁ μονογενής φησι »δόξασόν με, πάτερ, ἐν τῇ δόξῃ ᾖ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθει«. ὁ δὲ λέγων »πάτερ, δόξασόν με« οὐχ ἑαυτὸν πατέρα καλεῖ, πατέρα δὲ τὸν αὐτοῦ γινώσκει. πάλιν δὲ ἐν ἄλλῳ τόπῳ »ἦλθε φωνὴ ἀπ᾿ ούρανοῦ, οὖτός ἐστιν ὁ υἱός μου, αὐτοῦ ἀκούσατε«. καὶ οὐκ εἶπεν »ἐγώ εἰμι ὁ υἱός μου, ἐμοῦ ἀκούσατε«, οὐδὲ πάλιν »γέγονα υἱάς«, ἀλλά » οὖτος ὁ υἱός μου, αὐτοῦ ἀκούσατε«. καὶ τῷ εἰπεῖν »ἐγὼ καὶ ὁ πατήρ μου ἔν ἐσμεν«, οὐκ εἶπεν »ἐγὼ καὶ ὁ πατήρ μου εἶς εἰμι«, ἀλλά » ἐγὼ καὶ ὁ πατήρ μου ἔν ἐσμεν«. τὸ δὲ »ἐγὼ καὶ ὁ πατήρ«, ὅντος τοῦ ἄρθρου τοῦ »ὁ« καὶ τοῦ »καί« ἀνὰ μέσον, σημαίνει πατέρα φύσει πατέρα καὶ υἱὸν φύσει υἱόν.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
