# Panarion (Adversus haereses) 3-4

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/3-4

3. Καὶ αὕτη μὲν ἡ τῶν τριάκοντα Αἰώνων παρ᾿ αὐτοῖς μυθοποιουμένη ποιουμἐνη τραγῳδία καὶ ἡ κατὰ συζυγίαν πνευματικοῦ δῆθεν Πληρώματος κενοφωνία·ἐάν τις συγκρίνων τῇ παρὰ Ἡσιόδῳ καὶ Στησιχόρῳ καὶ τοῖς ἄλλοις ποιηταῖς τῶν Ἑλλήνων παραθῆται, εὕροι ἂν ἐκ παραλλήλου τὰ αὐτὰ ὄντα καὶ οὐδὲν ἕτερον, καὶ ἐκ τούτου γνώσεται ὡς οὐδὲν θαυμαστὸν οἱ τῶν δογμάτων αἱρεσιάρχαι μυστηριωδῶς ἐπαγγέλλονται λέγειν. οὐδὲν γὰρ ἄλλο ἢ Ἑλλήνων ἀπεμάξαντο τὴν ἐπίπλαστον ποιητικὴν ἕξιν τῆς ἐθνομύθου πλάνης καὶ διδασκαλίας, οὐδὲν ἀλλοιώσαντες πλὴν τῆς παρ᾿ αὐτοῖς μεταπεποιημένης βαρβαρικῆς ὀνοματοποιίας. οὕτω γάρ φασι καὶ οἱ περὶ Ἡσίοδον· πρῶτον πάντων γίνεται Χάος, ἴνα εἴπωσι Βυθόν, εἶτα Νὺξ Ἔρεβος Γῆ Ἡμέρα Ἔρως Μῆτις Μόρος Ὀϊζὺς Πότμος Νέμεσις Μῶμος Φιλότης Θάνατος Δυσνομία Γήρως Ἄτη Ἵμερος Λήθη Ὕπνος Ὑσμίνη Λυσιμελὴς Ὕβρις Εὐφρόνιος Αἴγλη παυσιμέριμνος Ἀπάτη Ἡδυμελὴς Ἔρις. καὶ οὑτος μὲν ὁ ἀριθμὸς κατὰ ἀκολουθίαν ἀρρενοθήλεος οὕτως ἔχει τὴν τριακοντάδα. εἰ δέ τις θελήσειεν ἰδεῖν πῶς πλαττόμενοι οὗτοι ἓν πρὸς τὸ ἕν, εὕροι ἂν οὕτως συναπτόμενα καὶ συζευγνύμενα ἀλλήλοις ἃ τοῖς ποιηταῖς ἔδοξεν, ὡς τὸν μὲν Βυθὸν Νυκτί τε καὶ Σιγῇ συνάψαντες ἐποίησαν Γῆν γεννᾶσθαι· ἄλλοι δὲ Οὐρανόν, ὃν δὴ καὶ Ὑπερίονα κεκλήκασι, τὸν δὲ] αὐτὸν τῇ Γῇ συναφθέντα φασὶ γεγεννηκέναι ἄρσενάς τε καὶ θηλείας, καὶ τοὺς καθεξῆς ὁμοίως ἕως τῆς πάσης αὐτῶν ποιήσεως, ὡς ἔχει ἡ ἀπέραντος τοῦ μύθου ληρώδης φλυαρία. εὕροι δ᾿ ἂν οὕτως συναπτόμενά τε καὶ συζευγνύμενα καὶ δυνάμενα οὕτως συντίθεσθαι· Χάος Νύξι Ἔρεβος Γῆ, Αἰθὴρ Ἡμέρα, Ἔρως Μῆτις, Μόρος Ὀϊζύς, Πότμος Νέμεσις, Μῶμος Φιλότης, Θάνταος Δυσνομία, Γήρως Ἄτη, Ἵμερος Λήθη, Ὕπνος Ὑσμίνη, Λυσιμελὴς Ὕβρις, Εὐφρόνιος Αἴγλη, Παυσιμέριμνος Ἀπάτη, Ἡδυμελὴς Ἔρις. εἰ δὲ προσέχοι τις τῷ αὐτῶν πλάσματι καὶ βουληθείη γνῶναι ὡς ἀπὸ τῶν κοσμικῶν καὶ Ἑλληνικῶν ποιητῶν, ἐξ ὧν οὗτοι ἐνεβροντήθησαν, μάτην ἐνθουσιῶντες > ἃ μὴ δεῖ, ματαιοπονίαν τε καὶ κάματον ἀνωφελῆ, *, εὕροι ἂν αὐτοὺς τοσούτῳ μᾶλλον πεπλανημένους.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
