# Panarion (Adversus haereses) 3-6

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Ὀφιτῶν ݲ, τῆς δὲ ἀκολουθίας λݲζݲ., Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/3-6

3. Ἀποδιδόασι δὲ καὶ οὑτοι οἱ Ὀφῖται καλούμενοι τούτῳ τῷ ὄφει τὴν πᾶσαν γνῶσιν, λέγοντες ὅτι | οὑτος ἀρχὴ γνώσεως γέγονεν D264 τοῖς ἀνθρώποις, μυθωδῶς παρεισφέροντες τὰ παρ᾿ αὐτοῖς νομιζόμενα μυστήρια, μιμολογήματα δὲ ὄντα καὶ χλεύης ἔμπλεα καὶ ματαιοφροσύνης. μῦθοι γὰρ ὡς ἀληθῶς οὗτοι· φάσκουσι γὰρ ἀπὸ τοῦ ἄνω Αἰῶνος προβεβλῆσθαι Αἰῶνας καὶ κατώτερον γεγενῆσθαι τὸν Ἰαλδαβαώθ· τοῦτον δὲ προβεβλῆσθαι κατὰ ἀδράνειαν καὶ ἄγνοιαν τῆς ἰδίας μητρὸς τουτέστι τῆς ἄνω Προυνίκου. ταύτην γάρ φασι τὴν Προύνικον κατεληλυθέναι εἰς τὰ ὕδατα καὶ μιχθῆναι αὐτοῖς καὶ μὴ δεδυνῆσθαι εἰς τὰ ἄνω χωρεῖν διὰ τὸ μεμῖχθαι τῷ βάρει τῆς ὕλης· ἐπιμεμῖχθαι γὰρ αὐτὴν τοῖς ὕδασι καὶ τῇ ὕλῃ καὶ μηκέτι δυνηθῆναι ἀναχωρεῖν. ἐπῇρεν δὲ ἑαυτὴν κατὰ βίαν εἰς τὰ ἀνώτερα καὶ ἐξέτεινεν ἑαυτὴν καὶ οὕτως γέγονεν <ὁ> ἀνώτερος οὐρανός. καὶ παγεῖσα ηὕρηται, μηκέτι δυναμένη μήτε ἄνω ἀναβῆναι μήτε κάτω κατελθεῖν, ἀλλὰ εἰς τὸ μεσαίτατον παγεῖσά τε καὶ ἐκτεταμένη ἔμεινε. κάτω μὲν γὰρ κατενεχθῆναι οὐκ ἠδύνατο, ὅτι οὐκ ἦν συγγενής· ἄνω δὲ οὐκ ἠδύνατο χωρεῖν, διὰ τὸ βαρεῖσθαι ἐκ τῆς ὕλης ἡς προσέλαβεν. κατὰ δὲ τὴν αὐτῆς ἄγνοιαν προβληθεὶς ὁ Ἰαλδαβαὼθ ἠλθεν εἰς τὰ κατώτατα καὶ ἐποίησεν ἑαυτῷ ἑπτὰ υἱούς, οἵτινες ἑαυ- τοῖς οὐρανοὺς ἑπτὰ ἐποίησαν. αὐτὸς δὲ ἀποκλείσας τὰ ὑπὲρ αὑτὸν ἀπέκρυπτεν, ἵνα οἱ ὑπ᾿ αὐτοῦ υἱοὶ προβληθέντες ἑπτὰ μὴ γινώσκωσι τὰ ὑπὲρ αὐτόν, κατώτεροι ὄντες αὐτοῦ, ἀλλ᾿ αὐτὸν μονωτάτως. καὶ οὗτός ἐστι, φασίν, ὁ θεὸς τῶν Ἰουδαίων ὁ Ἰαλδαβαώθ. ἀλλ᾿ οὐκ ἔστιν οὕτως, μὴ γένοιτο, ἀλλὰ μέλλει κρίνειν αὐτοὺς ὁ θεὸς ὁ παντοκράτωρ, θεὸς ὢν καὶ Ἰουδαίων καὶ Χριστιανῶν καὶ πάντων, καὶ οὐ Ἰαλδαβαώθ τις ὢν κατὰ τὴν αὐτῶν ληρώδη μυθολογίαν.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
