Ancient Greek
Κατὰ Στωϊκῶν, ἀπὸ Ἑλληνισμοῦ <αἱρέσεως> γݲ. τῆς δὲ ἀκολουθίας ε., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3.1
Not analysed yet
3. Εἱμαρμένην δὲ παρεισάγεις, ὡς ἐξ αὐτῆς γίνεσθαι τὰ τῷ ἀνθρώπῳ συμβαίνοντα καὶ ἄλλοις. ἐξ ἑνὸς δὲ ῥητοῦ δι᾿ ἐπιτομῆς τοῦ λόγου ἀνατραπήσεται ἡ δὴ μυθοποιία. εἰ γὰρ εἱμαρμένης τὸ 30 σοφίζεσθαι τὸ συνετίζεσθαι τὸ λογικὸν γεννᾶσθαι καὶ ἄλογον καὶ τὰ ἄλλα πάντα, παυσάσθωσαν νόμοι· ἐπικρατεῖ γὰρ ἡ εἱμαρμένη μοιχῶν τε καὶ ἄλλων· δίκην δὲ μᾶλλον τίσουσιν οἱ ἀνάγκην ἐπιτιθέντες ἀστέρες ἤπερ ὁ ἀναγκαζόμενος δρᾶσαι τὸ ἐπιχείρημα.