Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3.1-10
Not analysed yet
3. Ὁρμῶνται δὲ άπὸ μωρῶν ὀπτασιῶν καὶ μαρτυριῶν ἐν ᾡ εὐαγγελίῳ ἐπαγγέλλονται. φάσκουσι γὰρ οὕτως ὅτι »ἔστην ἐπὶ ὄρους ὑψηλοῦ καὶ εἶδον ἄνθρωπον μακρὸν καὶ ἄλλον κολοβόν, καὶ ἤκουσα ὡσεὶ φωνὴν βροντῆς καὶ ἤγγισα τοῦ ἀκοῦσαι καὶ ἐλάλησε πρός με καὶ εἶπεν· ἐγὼ σὺ καὶ σὺ ἐγώ, καὶ ὅπου ἐὰν ᾖς, ἐγὼ ἐκεῖ εἰμι, καὶ ἐν ἅπασίν εἰμι ἐσπρμένος. καὶ ὅθεν ἐὰν θέλῃς, συλλέγεις με. ἐμὲ δὲ συλλέγων ἑαυτὸν συλλέγεις«. καὶ ὠ τῆς τοῦ διαβόλου ὑποσπορᾶς.