Ancient Greek
3.1 to 3.8
Epiphanius, Panarion (Adversus haereses) 3.1-13-8
Not analysed yet
3. Θρόνος γὰρ Δαυὶδ καὶ βασιλικὴ ἔδρα ἐστὶν ἡ ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ ἱερωσύνη, ὅπερ ἀξίωμα βασιλικόν τε καὶ ἀρχιερατικὸν ὁμοῦ ἐπὶ τὸ αὐτὸ συνάψας ὁ κύριος δεδώρηται τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ, θρόνον μεταγαγὼν ἐν αὐτῇ τὸν τοῦ Δαυίδ, μὴ διαλείποντα εἰς τὸν αἰῶνα. ἐκεῖσε γὰρ κατὰ διαδοχὴν διήρκεσεν ὁ θρόνος Δαυὶδ ἕως αὐτοῦ τοῦ Χριστοῦ, μὴ διαλειπόντων τῶν ἐξ Ἰούδα ἀρχόντων ἕως ἠλθεν »ᾡ τὰ ἀποκείμενα ἦν καὶ αὐτὸς προσδοκία ἐθνῶν‘ <ὥς> ἔληξαν γὰρ ἐν τῇ τοῦ Χριστοῦ παρουσίᾳ οἱ κατὰ διαδοχὴν ἐξ Ἰούδα ἄρχοντες. ἕως γὰρ αὐτοῦ *ἡγούμενοι, διέπεσε δὲ ἡ τάξις καὶ >έστη ἐξότε αὐτὸς γεννᾶται ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐπὶ Ἀλεξάνδρου τοῦ τοῦ γένους ἱερατικοῦ καὶ βασιλικοῦ. ἀφ' οὗ Ἀλεξάνδρου διέπεσεν οὗτος ὁ κλῆρος ἀπὸ χρόνων Σαλίνας, τῆς καὶ Ἀλεξάνδρας καλουμένης, ἐπὶ τοῖς χρόνοις Ἡρᾠδου τοῦ βασιλέως καὶ Αὐγούστου τοῦ Ῥωμαίων αὐτοκράτορος· ὅς καὶ διάδημα ἐπέθετο ἑαυτῷ ὁ Ἀλέ- ξανδρος οὗτος, εἷς τῶν χριστῶν καὶ ἡγουμένων ὑπάρχων. συναφθεισῶν γὰρ τῶν δύο φυλῶν τοῦ τε βασιλικοῦ καὶ τοῦ ἱερατικοῦ, Ἰούδα δέ φημι καὶ Ἀαρὼν καὶ πάσης τῆς τοῦ Λευί, βασιλεῖς καὶ ἱερεῖς κα- θίστων· οὐ γὰρ διήμαρτέν τι ἀπὸ τῆς τῆς ἁγίας γραφῆς αἰνίξεως. τότε δὲ λοιλὸν ἀλλόφυλος βασιλεὺς Ἡρᾠδης καὶ οὐκέτι οἱ ἀπὸ τοῦ Δαυὶδ διάδημα ἐπέθεντο. μεταπεσούσης δὲ τῆς βασιλικῆς καθέδρας, ἐν Χριστῷ ἐπὶ τὴν ἐκκλησίαν ἀπὸ μὲν οἴκου τοῦ σαρκικοῦ Ἰούδα καὶ Ἰσραὴλ τὸ βασιλικὸν μετέστη ἀξίωμα, ἵδρυται δὲ ὁ θρόνος ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ εἰς τὸν αἰῶνα, ἐκ δύο προφάσεων ἔχων τὸ ἀξίωμα τό τε βασιλικὸν καὶ τὸ ἀρχιερατικόν —καὶ τὸ μὲν βασιλικὸν ἀπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ δύο τρόπους διά τε τὸ εἶναι αὐτὸν ἐκ σπέρματος Δαυὶδ τοῦ βασιλέως κατὰ σάρκα καὶ τὸ εἶναι αὐτόν, ὅπερ καὶ ἔστι, βασιλέα μείζονα ἀπ’ αἰῶνος κατὰ τὴν θεότητα· τὸ δὲ ἱερατικόν, ὅτι αὐτὸς ἀρχιερεὺς καὶ ἀρχιερέων πρύτανις —,κατασταθέντος εὐθὺς Ἰακώβου,