# Panarion (Adversus haereses) 3.1-23-4

Epiphanius, Panarion (Adversus haereses), 3.1 to 3.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/3.1-23

3. Πεπλάνηται γάρ· ἐσφράγισε γὰρ ὁ κύριος τὴν ἐκκληςίαν καὶ ἐπλήρωσεν <ἐν> αὐτῇ τὰ χαρίσματα. ὅτε γὰρ ἦν χρεία προφητῶν, ἐν ἀληθινῷ πνεύματι καὶ ἐρρωμένῃ διανοίᾳ καὶ παρακολουθοῦντι νῷ οἱ αὐτοὶ ἅγιοι τὰ πάντα ἐπροφήτευον, ἐμπιπλώμενοι πνεύματος ἁγίου, κατὰ τὴν ἀναλογίαν <τῆς πίστεως> τῶν ἐκ πνεύματος χαρισμάτων ἐκάστῳ διδομένων καὶ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως πρὸς τὸ συμφέρον. τί οὖν συμφέρον οὗτοι εἰρήκασιν ἢ ποῖον ἀνάλογον τῆς πίστεως; πῶς δὲ οὐχὶ μᾶλλον οὗτοί εἰσιν περὶ ὧν εἶπεν ὁ κύριος ὅτι »προςέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσω δέ εἰσι λύκοι ἅρπαγες«. συγκρίνοντες γὰρ τὰ παρ᾿ αὐτῶν εἰρημένα καὶ <τὰ> κατὰ τὴν παλαιὰν διαθήκην καὶ καινὴν ἐν ἀληθείᾳ ὄντα καὶ ἐν ἀληθείᾳ γενόμενα καὶ πεπροφητευμένα δοκιμάσωμεν, ποία <ὄντως> προφητεία τυγχάνει, ποία δὲ ψευδοπροφητεία. ὁ προφήτης πάντα μετὰ καταστάσεως λογισμῶν καὶ παρακολουθήσεως ἐλάλει καὶ ἐφθέγγετο ἐκ πνεύματος ἁγίου, τὰ πάντα ἐρρωμένως λέγων ὡς Μωυσῆς ὁ θεράπων τοῦ θεοῦ καὶ πιστὸς ἐν οἴκῳ ὁ βλέπων * ἐλέγετο ὁ προφήτης ἐν τῇ παλαιᾷ διαθήκῃ.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
