# Panarion (Adversus haereses) 3.1-24-7

Epiphanius, Panarion (Adversus haereses), 3.1 to 3.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/3.1-24

3. Καὶ πάλιν δὲ ὁ αὐτὸς Θεόδοτός φησι· »καὶ ὁ νόμος περὶ αὐτοῦ ἔφη· προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ ὑμῖν κύριος ὡς ἐμέ· αὐτοῦ ἀκούσατε. Μωυσῆς δὲ ἄνθρωπος ἦν· ὁ οὖν ἐκ θεοῦ ἐγειρόμενος Χριστὸς οὗτος, φησίν, ἦν, ἀλλὰ ἄνθρωπος, ἐπειδὴ ἐξ αὐτῶν ἦν, ὡς καὶ ὁ Μωυ- σῆς ἄνθρωπος ἦν«. καὶ οὐκ οἶδεν ἐν ἑαυτῷ ὁ ἐν παραπτώματι γεγονὼς Θεόδοτος πῶς πάλιν ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς ἀσφάλειαν· ὄτι μὲν γὰρ ἐξ ἀδελφῶν αὐτὸν ἤγειρεν ὁ κύριος, διὰ τὸ ἐκ Μαρίας αὐτὸν γεγεννῆσθαι, ὡς λέγει »ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν«· καὶ παρθένος μένουσα »ἐν γαστρὶ ἕξει« (οὐκ ἐκ σπέρματος ἀνδρός), »καὶ τέξεται υἱόν« (δῆλον ἐν σαρκὶ τὸ γέννημα <τὸ> ἀπὸ παρθένου γεννώμενον), ἀλλά »καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἑρμηνεύεται θεὸς μεθ᾿ ἡμῶν«. ἔστιν γὰρ θεὸς καὶ ἄνθρωπος· θεὸς μὲν ἀπὸ πατρὸς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ἄνθρωπος δὲ ἀπὸ Μαρίας διὰ τὴν ἔνσαρκον παρουσίαν. Εἶτά φησι· »καὶ αὐτὸ τὸ εὐαγγέλιον ἔφη τῇ Μαρίᾳ· πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σέ, καὶ οὐκ εἶπε· πνεῦμα κυρίου γενήσεται ἐν σοί«. διὸ ἐκ πανταχόθεν φιλονεικῶν ὁ ἀνόητος ἄνθρωπος ἐκπίπτει τῆς ἀληθείας. ἀσφαλιζομένη γὰρ ἡ γραφὴ πανταχόθεν τὴν ἡμετέραν ζωήν, ἵνα τὴν τριάδα δείξῃ πάντῃ τε καὶ ἐν παντὶ εἴδει συνοῦσαν ἑαυτῇ καὶ συνεργοῦσαν, ἵνα μή τινες εἴπωσιν ὡς καὶ πολλοὶ προφασίζονται ἑαυτοῖς κακά, ἀλλοτριοῦντες τὸ ἅγιον πνεῦμα τοῦ Χριστοῦ καὶ <τοῦ> πατρός, τούτου ἕνεκεν ὁ ἄγγελος λέγει τῇ Μαριάμ »πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ ἐπισκιάσει σοι δύναμις ὑψίστου«, εἶτα μετέπειτα »διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
