# Panarion (Adversus haereses) 3.1-25-4

Epiphanius, Panarion (Adversus haereses), 3.1 to 3.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/3.1-25

3. Πρώτη γὰρ ἱερωσύνη ἐν ἀκροβυστίᾳ διὰ τοῦ Ἄβελ τελεῖται, ἀλλὰ καὶ καθεξῆς διὰ τοῦ Νῶε· τρίτη δὲ διὰ τοῦ Μελχισεδέκ, τοῦ γεῖται, ἐξ ἄλλων δὲ γενεαλογεῖται. πόσοι δὲ ἄλλοι οὐ γενεαλογοῦνται κατὰ τὸ φανερώτατον; Δανιὴλ Σεδρὰχ Μισὰκ Ἀβδεναγὼ Ἠλίας ὁ Θεσβίτης· ἐν πάσαις γὰρ ῥηταῖς βίβλοις οὐδαμοῦ ἐμφέρονται τούτων οἱ πατέρες ἢ αἱ μητέρες. ἵνα μὴ διὰ τοῦτο πλάνη τις γένηται, οὐδὲν λυπήσει ἃ καὶ ἐν παραδόσεσι κατειλήφαμεν λέγειν. εὑρήκαμεν γὰρ τοῦ Δανιὴλ τὸν πατέρα Σαβαάν τινα καλούμενον. τοῦ δὲ Ἠλία φύσει καὶ τὴν πατριαρχίαν ὡσαύτως ηὕραμεν, ἥντινα καὶ καθ᾿ εἱρμὸν ὑφηγήσομαι οὕτως·

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
