Ancient Greek
Κατὰ Βασιλείδου 6, τῆς δὲ ἀκολουθίας κδ., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3.1-8
Not analysed yet
3. Αὕτη ἡ τοῦ ἀπατεῶνος πιθανολογία. καὶ αὐτὸς δὲ περὶ Χριστοῦ ὡς δοκήσει πεφηνότος ὸμοίως δοξάζει. εἶναι δέ φησιν αὐτὸν φαντασίαν ἐν τῷ φαίνεσθαι μὴ εἶναι δὲ ἄνθρωπον μηδὲ σάρκα εἰληφέναι. δραματουργεῖ δὲ ἡμῖν ἄλλην ἄλλην ὁ δεύτερος μιμολόγος ἐν τῷ περὶ τοῦ σταυροῦ λόγῳ Χριστοῦ, οὐχὶ Ἰησοῦν φάσκων πεπονθέναι, ἀλλὰ Σίμωνα τὸν Κυρηναῖον· ἐπειδὴ γὰρ ἐν τῷ άπὸ ἱεροσολύμων τὸν κύριον ἐκβάλλεσθαι, ὡς ἔχει ἡ ἀκολουθία τοῦ εύαγγελίου, ήγγάρευσάν τινα Σίμωνα Κυρηναῖον βαστάξαι τὸν σταυρόν.