Ancient Greek
Κατὰ Νασαραίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως εݲ τῆς δὲ ἀκολουθίας, Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3.2-3
Not analysed yet
ἐν γὰρ τῷ καιρῷ, ὅτε τὸ πάσχα ἐγίνετο ἐκεῖσε (ἀρχὴ δὲ αὕτη γίνεται τοῦ ἔαρος ὅτε ἡ πρώτη ἰσημερία) ἐκ μίλτεως λαμβάνουσι πάντες οἱ Αἰγύπτιοι κατὰ ἀγνωσίαν καὶ χρίουσι μὲν τὰ πρόβατα, χρίουσι δὲ καὶ τὰ δένδρα, τὰς συκᾶς καὶ τὰ ἄλλα, φημίζοντες καὶ λέγοντες ὅτι, φησί, τὸ πῦρ ἐν ταύτῃ τῇ ἡμέρᾳ κατέφλεξέ ποτε τὴν οἰκουμένην· τὸ δὲ σχῆμα τοῦ αἵματος τὸ πυρωπὸν ἀλεξητήριόν ἐστι τῆς τοσαύτης πληγῆς καὶ τοιαύτης.