Ancient Greek
Ἐνδημία Χριστοῦ καὶ ἐνσάρκου παρουσίας καὶ ἀληθείας πρόσωπον· ἡ μία καὶ μόνη οὖσα τοῦ θεοῦ πίστις., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3.2-4
Not analysed yet
μὴ μερισθέντος τοῦ ὀργάνου πρὸς ἁμαρτίαν, μὴ χρανθέντος τοῦ νοῦ τροπῇ, ἀλλὰ τὰ ὅλα μὲν ἀνθρώπου λαβών, φυλάξας δὲ ὅλα τέλεια. ἐπιδεδωκυίας τῆς θεότητος τῇ ἀληθινῇ ἐνανθρωπήσει πρὸς τὰς εὐλόγους χρείας, λέγω δὴ τὰς ἐκ σώματός τε καὶ ψυχῆς καὶ ἐκ νοῦ ἀνθρωπίνου *πιστουμένας τὴν πληροφορίαν, τουτέστιν πείνῃ καὶ δίψῃ, κλαυθμῷ τε καὶ ἀθυμίᾳ, δάκρυσί τε καὶ ὕπνῳ, καμάτῳ καὶ ἀναπαύσει.