# Panarion (Adversus haereses) 3.3-2-7

Epiphanius, Panarion (Adversus haereses), 3.3 to 3.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/3.3-2

ταῦτα γὰρ οὐχ ἁμαρτίας εἶδος, ἀλλ’ ἐνανθρωπήσεως ἀληθεστάτης γνώρισμα, ἀληθείᾳ τῆς θεότητος συνούσης τῇ ἐνανθρωπήσει, οὐ τὰ ἀνθρώπινα πασχούσης, ἀλλὰ τῆς θεότητος συνευδοκούσης εἰς τὰ εὔλογα καὶ τὰ ἐκτὸς ἁμαρτίας καὶ τροπῆς ἀπηγορευμένης ὑπάρχοντα. ἀλλὰ καὶ ἀνέστη καὶ θυρῶν κεκλεισμένων εἰσῆλθεν, ἵνα τὸ παχυμερὲς λεπτομερὲς ἀποδείξῃ, αὐτὸ τὸ ὂν σὺν σαρκὶ καὶ ὀστέοις. μετὰ γὰρ τὸ εἰσελθεῖν χεῖρας καὶ πόδας καὶ πλευρὰν νενυγμένην, ὀστέα τε καὶ νεῦρα καὶ τὰ ἄλλα, ὡς μὴ εἶναι φαντασίαν τὸ ὁρώμενον· πίστεώς τε καὶ ἐλπίδος τῆς ἡμετέρας τὴν ὑπόσχεσιν ἐποιεῖτο, δι᾿ ἑαυτοῦ τὰ ὅλα τελειώσας. καὶ συναλίζεται οὐ δοκήσει ἀλλὰ ἀληθείᾳ, παιδεύων τε ἐδίδαξε βασιλείαν οὐρανῶν κηρύσσειν ἐν ἀληθείᾳ, τὸ μέγα καὶ κορυφαιότατον * σημαίνων τοῖς μαθηταῖς καὶ λέγων »μαθητεύσατε τὰ ἔθνη«, τουτέστιν μεταβάλετε τὰ ἔθνη ἀπὸ κακίας εἰς ἀλήθειαν, ἀπὸ αἱρέσεων εἰς μίαν ἑνότητα, »βαπτίζοντες αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος«, εἰς τὴν κυριακὴν ὀνομασίαν τῆς τριάδος, τὴν ἁγίαν καὶ βασιλικὴν σφραγῖδα, ἵνα δείξῃ ἐκ τοῦ ὄνόματος μηδεμίαν ἀλλοίωσιν εἶναι τῆς μιᾶς ἑνότητος. ὅπου γὰρ οἱ βαπτιζόμενοι κελεύονται ὑπ᾿ αὐτοῦ <σφραγίζεσθαι> εἰς ὄνομα ἀσφαλὴς ἡ δοξολογία· »εἰς ὄνομα υἱοῦ« οὐκ ἀποδεόντως ἡ ἐπίκλησις· »εἰς ὄνομα ἁγίου πνεύματος‘ οὐ διῃρημένος ὁ σύνδεσμος οὐδὲ ἀπηλλοτριωμένος, τῆς μιᾶς θεότητος ἔχων τὴν σφραγῖδα.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
