Ancient Greek
Κατὰ Ἡρῳδιανῶν, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ݲ, τῆς δὲ ἀκολουθίας ݲ., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3.4
Not analysed yet
Ἐως ὡδε ἡ περὶ τῶν τεσσάρων αἱρέσεων τῶν Σαμαρειτῶν διαλογὴ καὶ τῶν ἑπτὰ τῶν Ἰουδαίων, ἐξ ὡν οὐκέτι φέρονται <ἀλλ'> ἢ τρεῖς μόναι τῶν Σαμαρειτῶν, λέγω δὴ <ἡ> Γοροθηνῶν τε Δοσιθέων καὶ Σεβουαίων, Ἐσσηνῶν δὲ οὐ πάνυ, ἀλλ’ ὡς ἐν σκότῳ τεθαμμένων· παρὰ δὲ τοῖς Ἱουδαίοις οὐκέτι ἀλλ’ ἢ Ὀσσαίων καὶ Νασαραίων ὀλίγοι ἀφωρισμένοι. Ὀσσαῖοι δὲ μετέστησαν ἀπὸ Ἰουδαϊσμοῦ εἰς τὴν τῶν Σαμψαίων αἵρεσιν, οἵτινες, οὐκέτι οὔτε Ἰουδαῖοι ὑπάρχουσιν οὔτε Χριστιανοί. ταῦτά μοι περὶ τῶν προειρημένων εως ωοε εχετω.