Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3.4-2
Not analysed yet
ὡν οὐ τολμήσω τὸ πᾶν ἐξειπεῖν, εἰ μή τι ἀναγκασθείην διὰ τὴν ὑπερβολὴν τῆς ἐν ἐμοὶ ἀλγούσης διανοίας περὶ τῶν ματαίως ὑπ' αὐτῶν γινομένων, ἐκπληττόμενος εἰς οἷον ὄγκον καὶ κακῶν βυθὸν ὁ ἐχθρὸς τῶν ἀνθρώπων διάβολος ἄγει τοὺς αὐτῷ πειθομένους, ὥστε μιᾶναι καὶ νοῦν καὶ καρδίαν καὶ χεῖρας καὶ στόματα καὶ σώματα καὶ ψυχὰς τούτων τῶν ὑπ' αὐτοῦ ἐν τῇ τοσαύτῃ σκοτώσει παγιδευθέντων.