Ancient Greek
Κατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ καὶ Τασκοδρουγιτῶν κݲηݲ, τῆς δὲ ἀκολουθίας μݲηݲ., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3.5-4
Not analysed yet
»ὅρασις, <γάρ> φησιν, ἥν εἶδεν Ἠσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης«· »εἶδον <τὸν> κύριον, φηςί, καθεζόμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ εἶδον Σεραφὶμ καὶ Χερουβίμ, καὶ ἤκουσα κυρίου λέγοντος πρός με· βάδιζε, εἰπὸν τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε«. καὶ ἀκούσας παρὰ τοῦ κυρίου ἐλθὼν πρὸς τὸν λαὸν ἔφη »τάδε λέγει κύριος«.