# Panarion (Adversus haereses) 3.6-6-8

Epiphanius, Panarion (Adversus haereses), 3.6 to 3.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/3.6-6

ἐν δὲ ταῖς ῥηταῖς βίβλοις οὐ πάνυ σαφῶς αἱ τούτων γενεαλογίαι ἐμφέρονται ἢ μόνον ἐν ταῖς Παραλειπομέναις τῆς κατὰ τὸν Ἠλίαν ὑποθέσεως μέρη. φύσει δὲ τῶν τριῶν παίδων, Σεδρὰχ Μιχὰκ Ἀβδεναγώ, οὔτε ἐν παραδόσεσιν οὔτε ἐν ἀποκρύφοις τοὺς πατέρας ηὕραμεν. τί οὖν ἐροῦμεν; ἆρα κἀκεῖνοι, οἹ περ Σεδρὰχ Μισὰκ Ἀβοδεναγώ, φαντάσουσιν ἡμᾶς λογίζεσθαι ἃ μὴ χρὴ καὶ ὑπερόγκως θαυμάζειν ὑπὲρ τὸ μέτρον ἑκάστην ὑπόθεσιν, ἀπάτορας καὶ ἀμήτορας αὐτοὺς λογισάμενοι; ἀλλὰ μὴ γένοιτο. ὅροι γὰρ ἐτέθησαν ἡμῖν καὶ θεμέλιοι εἰς οἰκοδομὴν τῆς πίστεως καὶ ἀποστόλων παραδόσεις καὶ γραφαὶ ἅγιαι καὶ διαδοχαὶ διδασκάλων, καὶ ἐκ πανταχόθεν ἡ ἀλήθεια τοῦ θεοῦἠσφάλισται καὶ μηδεὶς ἀπατάσθω κενοῖς μύθοις.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
