# Panarion (Adversus haereses) 3.8-3-12

Epiphanius, Panarion (Adversus haereses), 3.8 to 3.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/3.8-3

καὶ οὐκ εἶπε μόνον »τὸ γεννώμενον«, ἀλλά »διὸ καὶ τὸ γεννώμενον«, ἵνα δείξῃ <τὸν> ἄνωθεν θεὸν Λόγον καὶ ἐν μήτρᾳ γενόμενον καὶ εἰς ἑαυτὸν ἀναπλασάμενον τὴν ἑαυτοῦ ἐνανθρώπησιν [καὶ] κατὰ τὴν ἑαυτοῦ εὐδοκίαν· καὶ δι᾿ ἣν ᾠκονόμησεν ἑαυτοῦ ἐνανθρώ- πηαιν εἰς ἡμῶν σωτηρίαν προστίθησι »διὸ καὶ τὸ γεννώμενον ἄγιον κληθήσεται υἱος θεοῦ«. εἰ γὰρ εἶπε »πνεῦμα ἄγιον εἰσελεύσεται εἰς σέ«, οὐκέτι υἱὸν θεοῦ ἦν ἡγεῖσθαι ἐν σαρκὶ παραγεγονότα, ἀλλὰ πνεῦμα ἄγιον ἐν σαρκὶ παραγεγονέναι. ὄτι δὲ ἄνωθέν ἐστιν ἐλθὼν ὁ Λόγος, ὁ Ἰωάννης σαφηνίσας τὴν τοῦ ἀγγέλου εὐαγγελικὴν φωνὴν λέγει »ἐν ἀρχῇ ἦν Λόγος, καὶ ὀ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν«. εἶτα μετὰ ταῦτα »καὶ ὁ Λόγος σὰρξ ἐγένετο«· καὶ οὐκ εἶπε »τὸ πνεῦμα σὰρξ ἐγένετο«, οὐδὲ εἶπε »Χριστὸς ἄνθρωπος ἐγεννήθη«. πάντῃ γὰρ ἀσφαλιζομένη ἡ θεία γραφὴ θεὸν καὶ ἄνθρωπον αὐτὸν ἐπίσταται· θεὸν ἀπὸ θεοῦ ἄνωθεν ἤκοντα, ἄνθρωπον δὲ ἀπὸ Μαρίας ἄνευ σπέρματος ἀνδρὸς γεγεννημένον. τῶν δύο τούτων ἀληθινῶν ὁ ἐκτὸς βαίνων οὐχ ὑπάρχει τῆς ἀληθείας.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
