Ancient Greek
3.9 to 3.10
Epiphanius, Panarion (Adversus haereses) 3.9-3-10
Not analysed yet
φέρει δὲ δῆθεν, ἵνα τὴν ἑαυτοῦ χλεύην ἀνασώσῃ, εἰς παράστασιν αὐτοῦ ὅτι [τὸ] μετὰ τὸ αὐτοῦ παράπτωμα πάλιν ἐκαθαρίσθη καὶ λοιπὸν ἐν ἀθῴοις ὑπάρχει, μαρτυρίαν περὶ τούτου ψευδηγορῶν ὡς πιθανήν, δυναμένην ἐξαπατῆσαι οὐ τοῦτο δὲ σημαίνουσαν ὃ αὐτὸς λέγει· ὅτι, φησί, βαπτισθεὶς ὁ κύριος ὑπὸ τοῦ Ἰωάννου ἔλεγε τοῖς μαθηταῖς· »βάπτισμα ἔχω βαπτισθῆναι, καὶ τί θέλω εἰ ἤδη τετέλεκα αὐτο; «καὶ πάλιν »ποτήριον ἔχω πιεῖν, καὶ τί θέλω εἰ ἤδη πληρώσω αὐτό; «καὶ οὕτω τὸ διδόναι πλείω βαπτίσματα ἐδογμάτισεν.