Ancient Greek
Κατὰ Ἐβιωναίων ιݲ, τῆς δὲ ἀΚολουθίας λݲ., Chapter 30
Epiphanius, Panarion (Adversus haereses) 30.3
Not analysed yet
καὶ οὐκ εἶπεν »ἰδού, ἡ γυνή«. καὶ πάλιν ἐν ἑτέρῳ τόπω λέγει »καὶ |τέξεται ἡ δάμαλις καὶ ἐροῦσιν, οὐ τέτοκεν«. ἐπειδὴ γάρ τινες P156 τῶν Μανιχαίων καὶ Μαρκιωνιστῶν λέγουσιν αὐτὸν μὴ τετέχθαι, διὰ τοῦτο τό τέξεται καὶ ἐροῦσιν, οὐ τέτοκεν«· ἐπειδὴ οὐ τέτοκεν ἡ Μαρία ἐκ σπέρματος ανδρὸς καὶ οὑτοι μανέντες λέγουσι ψευδῶς ἐκ σπέρματος ἀνδρὸς αὐτὴν γεγεννηκέναι. γεγέννηκεν οὖν ἡ δάμαλις ἐν ἀληθείᾳ θεόν, ἄνθρωπον ἐν ἀληθείᾳ.