# Panarion (Adversus haereses) 30.4-9

Epiphanius, Panarion (Adversus haereses), 30.4 to 30.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/30.4

καὶ ὅτι μὲν δάμαλις ἡ παρθένος καλεῖται καὶ τὸ ταύτης λείψανον καθαρισμὸς ἠν τῶν κεκοινωμένων, ἄκουε τοῦ νόμου λέγοντος λάβε σοι δάμαλιν πυρράν‘, ἵνα δείξῃ τὸ ἐκλεκτὸν σκεῦος τῆς Μαρίας * διὰ τὸ πυροειδὲς τῆς τοῦ σωτῆρος θεότητος χωρηθὲν ἐν τῇ παρθένῳ· πῦρ γὰρ ὁ θεός‘ φησί »καταναλισκον«. καί φησιν ὁ νόμος δάμαλιν πυρράν, ἐφ᾿ ἡς ζυγὸς οὐκ ἀναβέβηκεν ἐπὶ τὸν τράχηλον‘, ἴνα δείξῃ τὴν παρθένον δάμαλιν, μὴ γνοῦσαν ζυγὸν γάμου ἀνδρός. ἀλλὰ τί μοι τὰ πλεῖστα διαλέγεσθαι; ὡς πάλιν Ἠσαΐας ἴφη ἐκ προσώπου κυρίου ὅτι λάβε σοι τόμον χάρτου καινοῦ μεγάλου«, τόμον διὰ τὸ εἶναι μὲν τὴν παρθένον ἐκ σπέρματος ἀνδρός, τετμῆσθαι δὲ ἀπὸ μίξεως ἀνδρῶν καὶ τμηθῆναι ἀπὸ τῆς τῶν ἀνθρώπων κατὰ φύσιν συνηθείας. πάντες γὰρ ἄνθρωποι ἐκ σπέρματος ἀνδρὸς γεννῶνται· ἡ δὲ τοῦ Χριστοῦ γέννησις κατὰ φύσιν μὲν ἐκ γυναικὸς παρθένου Μαρίας τὴν ἐνανθρώπησιν ἔσχηκεν, παρὰ φύσιν δὲ ἐτμήθη ἀπὸ τῆς κατὰ τὴν ἀνθρωπότητα ἀκολουθίας, ὡς καὶ Ἰακὼβ περὶ αὐτοῦ λέγει »ἐκ βλαστοῦ υἱέ μου ἀνέβης«, καὶ οὐκ »ἐκ σπέρματος ἀνέβης«. καὶ τούτου χάριν φησὶν ὁ ἅγιος Ἠσαίας ὁ προφήτης, μᾶλλον δὲ ὁ κύριος αὐτῷ λέγει λάβε σεαυτῷ τόμον χάρτου«, τὸ εἶδος τῆς συνηθείας σημαίνων, ἐν ᾧ τὰ πάντα γράφουσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· ὡς καὶ ἐν τῷ ἑκατοστῷ τριακοστῷ ὀγδόῳ ψαλμῷ λέγει »ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς«· βιβλίῳ γὰρ ἀπείκασε τὴν μήτραν. διὰ τοῦτο ὁ Δαυὶδ λέγει »τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου«, τουτέστιν σπαρέντα πρὶν ἀπεικονισθῆναί με ἔγνως με καὶ ἔτι πρότερον, πρὶν τοῦ σπαρῆναί με.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
