Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 31
Epiphanius, Panarion (Adversus haereses) 31.1-3
Not analysed yet
31. Ἐλεύσομαι δὲ πάλιν εἰς τὸ προκείμενον. φάσκει πάλιν ὁ Λουκᾶς, μαρτυρῶν μου τοῖς πολυμερῶς καὶ πολυτρόπως εἰρημένοις, ὅτι »ἐγένετο ἐν σαββάτῳ δευτεροπρώτῳ«, ἵνα δείξῃ σάββατον πρῶτον εἶναι τὸ ἀπ᾿ ἀρχῆς ὁρισθὲν καὶ ῥηθὲν ὑπὸ τοῦ κυρίου ἐν τῇ κοσμοποιίᾳ, κατὰ περίοδον ἀπὸ τότε ἄχρι τοῦ δεῦρο κατὰ ἑπτὰ ἡμέρας ἀνακυκλούμενον, [τοῦτο εἶναι πρῶτον]· δεύτερον δὲ σάββατον τὸ ἀπὸ νόμου ὡρισμένον.