# Panarion (Adversus haereses) 31.1-6

Epiphanius, Panarion (Adversus haereses), 31.1 to 31.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/31.1

31. ὁ δὲ Ἑβραῖος θαυμαστῶς τὸ ῥῆμα σαφηνίζει. τὸ ἀκατέργαστον γὰρ γολμὶ ἐκάλεσεν, ὅπερ ἑρμηνεύεται χόνδρος ἢ σεμιδάλεως κόκκος, δῆθεν τὸ μηδέπω εἰς ἄρτον συνελθὸν καὶ φυραθέν, ἀλλ’ | ὡς ἀπὸ κόκκου σίτου 157 τμηθὲν χονδρ<ί>ον ἢ χονδρίτης ἢ λεπτὴ ψηφίς, ἥτις ἐκ γίνεται. οὕτως τὸ ἰσότυπον τοῦ εἴδους τὸ τεμνόμενον ἐξ ἀνθρώπου εἰς τὴν σπορὰν ἀκριβολογῶν ἀπέδειξε καί φησιν, εἰς Ἑλλάδα διάλεκτον ἑρμηνευομένου τοῦ λόγου, »τὸ ἀκατέργαστον« τουτέστιν τὸ ἄπλαστον ἔτι ἐν κοιλίᾳ ἢ πρὸ κοιλίας »εἶδον οἱ ὀφθαλμοί σου« »οὖδεν γὰρ πάντα ὁ θεὸς πρὶν γενέσθαι«, ὡς γέγραπται)· πλὴν βιβλίον καὶ τόμος μήτρα ἐστὶν ἡ σημαινομένη. καὶ οὐκ εἶπεν λάβε σεαυτῷ βιβλίον« ἢ »λάβε σεαυτῷ χάρτην‘, ἀλλὰ τόμον‘ παρὰ τὸ ἰδιάζον τῆς τῶν ἀνθρώπων συνηθείας, »χάρτου« διὰ τὸ γραφικὸν τῆς μήτρας »καινοῦ« διὰ τὸ καινὸν τῆς παρθένου | καὶ ἄχραντον, <«μεγάλου«> μεγάλη γὰρ ὡς Μῶς Μαριὰμ ἡ ἁγία παρθένος ἐνώπιον θεοῦ καὶ ἀνθρώπων. πῶς γὰρ οὐκ ἂν εἴποιμεν ταύτην μεγάλην, χωρήσασαν τὸν ἀχώρητον, ὃν οὐρανὸς καὶ γῆ χωρεῖν οὐ δύνανται; αὐτὸς δὲ ἀχώρητον, ὢν κατὰ ἰδίαν προαίρεσιν καὶ εὐδοκίαν ἐχωρήθη, βουλόμενος καὶ οὐ κατὰ ἀνάγκην. διὸ μέγας ὁ τόμος καὶ καινός· μέγας διὰ τὸ θαῦμα, καινὸς ὅτι παρθένος. καὶ γράψον«, φησίν, »ἐν αὐτῷ γραφίδι ἀνθρώπου«, καὶ οὐκ εἶπεν· γράψει ἐν αὐτῷ τις γραφίδι ἀνθρώπου, οὐδὲ εἶπεν· γράψει ἐν αὐτῷ ἄνθρωπος, ἵνα μὴ εὕρῃ πρόφασιν ὁ Ἐβίω. εἰ γὰρ εἶπε· γράψει ἐν αὐτῷ ἄνθρωπος, εἶχεν εἰπεῖν ὅτι ἄνθρωπος Ἰωσὴφ ἔσπειρεν καὶ ἐκ σπέρματος ἀνδρὸς ἐγεννήθη Χριστός. τῷ δὲ Ἠσαΐᾳ πρὸ ἑπτακοσίων πεντήκοντα τριῶν ἐτῶν πλείω ἐλάσσω ἔλεγε »γράψον«, ἴνα ἀπὸ τοῦ καιροῦ τοῦ διαστήματος ὀφθῇ πᾶσιν ἡ ἀλήθεια, ὅτι οὐδεὶς ἠδύνατο πρὸ ἑπτακοσίων πεντήκοντα τριῶν ἐτῶν σπεῖραι τὸν μέλλοντα γεννᾶσθαι.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
