Ancient Greek
31.8 to 31.12
Epiphanius, Panarion (Adversus haereses) 31.8-12
Not analysed yet
καἰ διὰ τί συνέκλεισε πάντα εἰς ἀπεἰθειαν ὁ θεός, ἴνα τοὺς πάντας ἐλεήσῃ, ἐξερευνᾶν· καὶ διὰ τί ὁ Λόγος τοῦ θεοῦ σὰρξ ἐγένετο καὶ ἔπαθεν, εὐχαριστεῖν· καὶ διὰ τί ἐπ᾿ ἐσχάτων τῶν καιρῶν ἡ τοῦ υἱοῦ τοῦ θεοῦ, τουτέστιν ἐν τῷ τέλει ἐφάνη ἡ ἀρχή, ἀπαγγέλλειν· καὶ περὶ τοῦ τέλους καὶ τῶν μελλόντων ὅσα τε κεῖται ἐν ταῖς γραφαῖς, ἀναπτύσσειν· καὶ τί ὅτι τὰ ἀπεγνωσμένα ἔθνη συγκληρονόμα καὶ σύοσωμα καὶ συμμέτοχα τῶν ἁγίων πεποίηκεν ὁ θεός, μὴ σιωπᾶν· καὶ πῶς τὸ θνητὸν τοῦτο σαρκίον ἐνδύσεται ἀθανασίαν καὶ τὸ φθαρτὸν ἀφθαρσίαν, διαγγέλλειν· πῶς τε ἐρεῖ »ὀ οὐ λαὸς λαὸς καὶ ἡ οὐκ ἠγαπημένη καὶ πῶς »πλείονα τῆς ἐρήμου τὰ τέκνα, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα« κηρύσσειν —ἐπὶ τούτων γὰρ καὶ ἐπὶ τῶν ὀμοίων αὐτοῖς ἐπεβόησεν ὁ ἀπόστολος »ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἶ ὁδοὶ αὐτοῦ«, ἀλλὰ οὐκ ἐν τῷ ὐπὲρ τὸν κτιστὴν καὶ δημιουργὸν Μητέρα τούτου καὶ αὐτῶν Ἐνθύμησιν Αἰῶνος πεπλανημένου παρεπινοεῖν καὶ εἰς τοσοῦτον ἥκειν βλασφημίας· οὐδὲ <ἐν τῷ> τὸ ὐπὲρ ταύτην πάλιν Πλήρωμα τότε μὲν τριάκοντα, νῦν δὲ †ἀνήριθμον φῦλον Αἰώνων ἐπιψεύδεσθαι, καθὼς λέγουσιν πάσης μίαν καὶ τὴν αὐτὴν πίστιν ἐχούσης εἰς πάντα τὸν κόσμον, καθὼς προέφαμεν.