# Panarion (Adversus haereses) 32.1-3-9

Epiphanius, Panarion (Adversus haereses), 32.1 to 32.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/32.1-3

32. Οὐκ αἰδοῦνται δὲ πάλιν οἱ τοιοὐτοι κατὰ τῶν ὑπὸ τοῦ ἁγίου Ἰωάννου εἰρημένων ἐξοπλιζόμενοι, νομίζοντες μή πη ἄρα δύνανται τὴν ἀλήθειαν ἀνατρέπειν, οὐκ εἰδότες ὅτι καθ᾿ ἑαυτῶν μᾶλλον ὁπλίζονται ἤπερ κατὰ τῆς ὐγιοῦς διδασκαλίας. φάσκουσι δὲ κατὰ τῆς Ἀποκαλύψεως τάδε χλευάχοντες οὕτως· »τί με, φησίν, ὠφελεῖ ἡ Ἀποκάλυψις Ἰωάννου, λέγουσά μοι περὶ ἑπτὰ ἀγγέλων καὶ ἑπτὰ σαλπίγγων;« οὐκ εἰδότες πῶς ἀναγκαῖα καὶ ὠφέλιμα τὰ τοιαῦτα ὑπῆρξεν [ἐν] τῇ ὀρθότητι τοῦ κηρύγματος. ὅσα γὰρ ἦν ἐν νόμῳ καὶ ἐν προφήταις σκοτεινὰ καὶ αἰνιγματώδη, ταῦτα ὁ κύριος ᾠκονόμησε διὰ τοῦ ἁγίου πνεύματος εἰς ἡμῶν σωτηρίαν »τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ« ἀποκαλύψαι, τὰ ἐκεῖσε σκοτεινὰ ὧδε εἰς πνευματικὰ καὶ ἔκδηλα κηρύττων, * πννευματικῶς δὲ ἠμῖν τὰ αὐτὰ ᾠκονόμει. καὶ ἐκ δερμάτων μὲν τότε κατασκευάζει τὴν σκηνήν, τῶν δερμάτων ἠρυθροδανωμένων καὶ ὑακινθίνων καὶ τὰ ἑξῆς, ἵνα δείξῃ τὴν σκηνὴν ἐκεῖσε σκηνὴν μὲν οὖσαν, ἀπεκδεχομένην δὲ τὴν τελειοτάτην σκηνὴν τοῦ Χριστοῦ. δέρμα γὰρ ἀπὸ σώματος γίνεται, νεκρὸν ὄν, ὡς σκίασμα σώματος ζῶντος, ἵνα δείξῃ σώματα εἶναι τὴν σκηνὴν τοῦ θεοῦ· ἐπειδὴ γὰρ ἐν σώμασιν ἁγίοις κατασκηνοῖ θεός, πληρουμένου τοῦ ῥητοῦ ὅτι »κατασκηνώσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω«. ἔμελλεν οὖν πλάνη τις γίνεσθαι ἐν πιστοῖς, εἰ μὴ ἡ βίβλος πνευματικῶς ἡμῖν ἀπεκαλύφθη, ἵνα μάθωμεν μὴ σαλπίγγων εἶναι χρείαν, ἀλλὰ εἰδέναι * ὅτι πνευματική ἐστιν ἡ πᾶσα τοῦ θεοῦ πραγματεία, ἵνα μὴ κατὰ τὰς Ἰουδαϊκὰς χαλκᾶς σάλπιγγας λάβωμεν ἣ ἀργυρᾶς, ἀλλὰ πνευματικῶς νοήσωμεν ἀπ᾿ οὐρανοῦ εἶναι τῆς ἐκκλησίας τὸ κήρυγμα, ὡς καὶ ἄλλῃ που εἶπεν »ἐν ἐκείνῃ τῇ ἡμέρᾳ σαλπιοῦσιν ἐν τῇ σάλπιγγι τῇ μεγάλῃ«. σάλπιγγες γὰρ ἦσαν οἱ προφῆται, σάλπιγξ δὲ μεγάλη ἡ ἁγία φωνὴ τοῦ κυρίου ἐν τῷ εὐαγγελίω. διὰ τοῦτο καὶ ἀγγέλοις ἐδόθη ἀποκαλύψαι ἠμῖν· »σαλπίσει, γὰρ φησί, καὶ οἱ νεκροὶ ἀναστήσονται«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
