Ancient Greek
Κατὰ Ἐβιωναίων ιݲ, τῆς δὲ ἀΚολουθίας λݲ., Chapter 34
Epiphanius, Panarion (Adversus haereses) 34.2
Not analysed yet
ἦλθεν γὰρ καὶ ἐπλήρωσεν, δοὺς τὴν τελείαν περιτομὴν τῶν αὐτοῦ μυστηρίων οὐκ ἐν ἑνὶ μέλει μόνῳ, ἀλλ᾿ ὅλον σῶμα σφραγίσας καὶ περιτεμὼν ἀπὸ ἁμαρτίας, καὶ οὐχ ἓν μέρος λαοῦ σῴζων τουτέστιν ἄνδρας μόνους, ἀλλὰ καὶ] ὅλον λαὸν τὸν τῶν Χριστιανῶν κατὰ ἀλήθειαν ἄνδρας τε καὶ γυναῖκας ὁμοῦ σφραγίζων καὶ εἰς οὐρανῶν βασιλείας κληρονομίαν ἀφθόνως *,καὶ οὐκ ἐλλιπῶς ἑνὶ τάγματι τῶν ἀνδρῶν μόνον κατὰ ἀσθένειαν τὴν σφραγῖδα παρέχων, ἀλλὰ λαῷ ὁλοτελεῖ διὰ τῆς σφραγῖδος καὶ ἐντολῶν καὶ ἀγαθῆς διδασκαλίας τὴν βασιλείαν τῶν οὐρανῶν ἀποκαλύπτων.