# Panarion (Adversus haereses) 34.3-9

Epiphanius, Panarion (Adversus haereses), 34.3 to 34.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/34.3

εἰ δὲ ὡς ὁ κύριος βούλει εἶναι, ὦ Ἐβίων, τουτέστιν ὡς ὁ διδάσκαλος, πολὺ ἠπάτησαι. μὴ ἐν τῇ περιτομῇ ἀπεικάζου, ἀλλὰ κάλεσον τὸν Λάζαρον ἀπὸ μνημείου ἢ ἄλλον νεκρὸν ἔγειρον, λεπροὺς καθάρισον ἢ τυφλοῖς χάρισαι τὸ βλέπειν ἢ ἐκ γενετῆς παραλυτικὸν ἴασαι, εἰ δύνῃ· οὐ δύνῃ δέ, ὅτι ἐναντίως πράττεις, ἀπιστίᾳ κατεχόμενος καὶ δεσμοῖς σαρκὸς καὶ δικαιώμασι νόμου ἀπληρώτοις. εἰ δὲ καὶ ταῦτα ἠδυνήθης ποιῆσαι, ὅπερ οὐ δύνῃ διὰ τὴν κακοπιστίαν σου. οὐ λέγω * ὡς ὁ Χριστός. οὐ γὰρ δύνῃ ἀπεικασθῆναι θεῷ, φθαρτὸς ὢν ἄνθρωπος καὶ ἠπατημένος, ἀλλ’ οὔτε Χριστοῦ τὸ ὄνομα ἐπὶ θεοσημείοις δύνασαι ἐπικαλέσασθαι, κἄν τε ἐπικαλέσῃ, οὐκ ἐνεργεῖς. εἰ δὲ καὶ ὅλως ἐνεργεῖς Παραλυτικὸν ἀναστῆσαι, εἶχεν ἄν, διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ἀναστάς, καὶ σύνεσιν παρ’ αὐτοῦ λαβεῖν, ἵνα σοῦ μὴ ἀνάσχηται σαββατίζειν, ἀλλὰ παρὰ τοῦ ὀνόματος τοῦ ἰασαμένου * μαθε[ν ὅτι »ἀρον τὸν κράββατόν σου καὶ πορεύου εἰς τὸν οἶκόν σου έν σαββάτῳ«. ἤδη δέ μοι εἴρηται ὡς διαφόρως ἕκαστος αὐτῶν περὶ Χριστοῦ ὑποβάλλει, ποτὲ μὲν αὐτὸς ὁ Ἐβίων λέγων ἐκ παρατριβῆς ψιλὸν ἄνθρωπον αὐτὸν γεγενῆσθαι, ἄλλοτε δὲ οἱ ἀπ᾿ αὐτοῦ Ἐβιωναῖοι ἄνω δύναμιν ἐκ θεοῦ κεκτῆσθαι τὸν υἱόν, καὶ τοῦτον κατὰ καιρὸν τὸν Ἀδὰμ ἐνδύεσθαί τε καὶ ἐκδύεσθαι, ὠν τὰς διαφόρους γνώμας έν δυνάμει θεοῦ ἀνετρέψαμεν. Καὶ τί μοι ἔτι διατρίβειν ἐν ἁλίμοις καὶ ἀμπώτεσι τόποις, πῆ μὲν ἐπικλυζομένοις πῆ δὲ καταξηραινομένοις, ἐξ ὠνπερ Μύων ἐκβράσματα πολλάκις γίνεται καὶ τοῖς ποσὶ τῶν τὰς ὄχθας τούτων μετιόντων τῶν τόπων ἐκ τοῦ ἀνὰ μέσον τῶν Ἰχθύων τινὰ ἰοβόλα εἶναι, τρυγόνας δέ φημι καὶ δρακαίνας καὶ καρχαρίας καὶ σμυραίνας, ὡς καὶ ἤδη προείρηται) βλάβην ἐμποιεῖ. παρελεύσομαι τοίνυν τὸν τόπον αὐθις, θεῷ εὐχαριστῶν ὅτι καὶ ταύτην τὴν αἵρεσιν εἰς τοὐπίσω ἐτρέψαμεν, οὐ παρέργως ἀλλὰ καὶ ἐπιμελῶς ἐλέγξαντες. ἐπ’ ἄλλας δὲ καθεξῆς ἑαυτοὺς ἐπιδῶμεν, ἀγαπητοί, θεὸν αἰτούμενοι βοηθόν, ὅπως τῆς ἐπαγγελίας τὸ πλήρωμα αὐτὸς δι’ ἡμῶν τελειώσῃ.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
