# Panarion (Adversus haereses) 34.6-8

Epiphanius, Panarion (Adversus haereses), 34.6 to 34.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/34.6

εἰ οὖν τὰ ἔθνη ὑπὸ ἀγγέλους εἰσὶ τεταγμένα, δικαίως εἶπε· »λῦσον τοὺς τέσσαρας ἀγγέ- λους τοὺς ἐπὶ τοῦ Εὐφράτου, ἐφισταμένους δηλονότι καὶ ἐπεχομένους ἐπιτρέπειν τοῖς ἔθνεσιν εἰς πόλεμον, ἕως καιροῦ μακροθυμίας κυρίου, ἕως προστάξῃ δι᾿ αὐτῶν ἐκδικίαν γενέσθαι τῶν ἁγίων αὐτοῦ. κρατοῦνται γὰρ οἱ ἐπιτεταγμένοι ἄγγελοι ὑπὸ τοῦ πνεύματος, μὴ ἔχοντες καιρὸν ἐπιδρομῆς, διὰ τὸ μηδέπω λύειν αὐτοὺς τὴν δίκην τοῦ τὰ λοιπὰ ἔθνη λύεσθαι ἕνεκεν τῆς εἰς τοὺς ἁγίους ὕβρεως. λύονται δὲ οἱ τοιοῦτοι καὶ ἐπέρχονται τῇ γῇ, ὡς Ἰωάννης προφητεύει καὶ οἱ λοιποὶ προφῆται· ὅτι δὲ θειώδεις καὶ πυρίνους καὶ ὑακινθίνους θώρακας ἐσήμαινεν, οὐδεὶς ἀμφιβάλλῃ. ἐκεῖνα γὰρ τὰ ἔθνη ἀπὸ τῆς τοιαύτης χρόας ἔχει τὴν ἀμφίασιν. τὰ μὲν γὰρ θειώδη ἱμάτια χρόας τίς ἐστι μηλίνη οὕτω καλουμένη ἐρεᾶ, τὰ δὲ πύρινα, ἵνα εἴπῃ τὰ κόκκινα ἐνδύματα καὶ τὰ ὑακίνθινα, ἵνα δείξῃ τὴν καλλαΐνην ἐρεᾶν.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
