# Panarion (Adversus haereses) 4-3

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Σηθιανῶν ιθ, τῆς δὲ ἀκολουθίας λݲθݲ., Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/4-3

4. Ταῦτα πάντα οὕτω γεγενῆσθαί φασιν ἐκεῖνοι. μωρὰ δὲ καὶ ἀδρανῆ καὶ κενοφωνίας ἔμπλεα τὰ τοιαῦτα κηρύγματα, ὡς παντί τῳ δῆλόν ἐστιν. οὐ γὰρ δύο ἄνθρωποι ἐπλάσθησαν, ἀλλὰ εἷς ὁ Ἀδὰμ καὶ ἐκ τοῦ Ἀδὰμ ὅ τε Κάϊν καὶ Ἄβελ καὶ Σήθ· καὶ οὐκέτι ἐκ δύο ἀνθρώπων, ἀλλ᾿ ἐξ ἑνὸς * ἕως τοῦ κατακλυσμοῦ, τῶν γενῶν ὅλων > τοῦ Ἀδὰμ ἐχόντων τὰς ἑαυτῶν συστάσεις ἐν τῷ κόσμῳ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐκ τοῦ Νῶς πάλιν, τοῦ ἑνὸς ἀνθρώπου, καὶ οὐκ ἐκ διαφόρων ἀνθρώπων, ἀλλὰ ἀπὸ ἑνὸς τοῦ Νῶε τοῦ κατὰ διαδοχὴν ἐκ σπέρματος τοῦ Σὴθ πᾶν γένος τῶν ἀνθρώπων, οὐκ εἰς δύο διαιρούμενον, ἀλλὰ εἰς ἓν γένος. ἀφ᾿ οὑπερ καὶ Νῶε καὶ ἡ αὐτοῦ γυνὴ καὶ Σήμ, Χὰμ καὶ Ἰάφεθ, οἱ τούτου παῖδες, καὶ τρεῖς γυναῖκες τῶν αὐτοῦ παίδων ἀπὸ τοῦ Σὴθ τὸ γένος κατάγουσι πάντες καὶ οὐχὶ ἀπὸ δύο ἀνθρώπων τῶν μὴ γενομένων κατὰ τὴν τούτων μυθοποιίαν.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
