# Panarion (Adversus haereses) 4-4

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Μαρκιωνιστῶν κβ, τῆς δὲ ἀκολουθίας μβ., Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/4-4

4. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸν νόμον ἀποβάλλει καὶ πάντας προφήτας, λέγων ἐκ τοῦ ἄρχοντος τοῦ τὸν κόσμον πεποιηκότος τοὺς τοιούτους πεπροφητευκέναι. Χριστὸν δὲ λέγει ἄνωθεν ἀπὸ τοῦ ἀοράτου καὶ ἀκατονομάστου πατρὸς καταβεβηκέναι ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν καὶ ἐπὶ ἐλέγχῳ τοῦ θεοῦ τῶν Ἰουδαίων καὶ νόμου καὶ προφητῶν καὶ τῶν τοιούτων. καὶ ἄχρι Ἅιδου καταβεβηκέναι τὸν κύριον, ἳνα σώσῃ τοὺς περὶ Κάϊν καὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών, Ἠσαῦ τε καὶ πάντα τὰ ἔθνη τὰ μὴ ἐγνωκότα τὸν θεὸν τῶν Ἰουδαίων· τοὺς δὲ περὶ Ἄβελ καὶ Ἐνὼχ καὶ Νῶε καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωυσέα, Δαυίδ τε καὶ Σολομῶντα ἐκεῖ καταλελοιπέναι, διότι ἐπέγνωσαν, φησί, τὸν θεὸν τῶν Ἰουδαίων, ὄντα ποιητὴν καὶ κτιστήν, καὶ τὰ καθήκοντα αὐτοῦ πεποιήκασι καὶ οὐχὶ τῷ θεῷ τῷ ἀοράτῳ ἑαυτοὺς προσανέθεντο. δίδωσι καὶ ἐπιτροπὴν γυναιξὶ βάπτισμα διδόναι. παρ’ αὐτοῖς γὰρ πάντα χλεύης ἔμπλεα καὶ οὐδὲν ἕτερον, ὁπότε καὶ τὰ μυστήρια ἐνώπιον κατηχουμένων ἐπιτελεῖν τολμῶσιν. μῶσιν. ἀνάστασιν δὲ ὡς εἶπον οὗτος λέγει οὐχὶ σωμάτων, ἀλλὰ ψυχῶν καὶ σωτηρίαν ταύταις ὁρίζεται, οὐχὶ τοῖς σώμασιν. καὶ μεταγγισμοὺς ὁμοίως τῶν ψυχῶν καὶ μετενσωματώσεις ἀπὸ σωμάτων εἰς σώματα φάσκει.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
