Ancient Greek
4.1 to 4.8
Epiphanius, Panarion (Adversus haereses) 4.1-12-8
Not analysed yet
4. Ὅθεν καὶ ἔτι ὑφηλοτέρως δῆθεν ἐξερευνῶντες ᾠήθησαν καὶ Υστέρημα τῷ ἰδίῳ αὐτῶν δαιμονισθέντι διανοήματι ἐξευρεῖν, ὅπερ Υστέρημα καὶ Παντοκράτορα καὶ Δημιουργὸν καλοῦσι καὶ κτιστὴν οὐσιῶν· ἀφ᾿ οὗπερ πάλιν καὶ ὑστέραν Ὀγδοάδα μετὰ ἑπτὰ οὐρανῶν, κατὰ τὴν πρώτην Ὀγδοάδα ἀφομοιωθεῖσαν, ἐκτίσθαι λέγουσιν, αὐτοῦ ὄντος ἐν τῇ Ὀγδοάδι καὶ ἑπτὰ οὐρανοὺς μετ᾿ αὐτὴν ᾡ Ὑστερήματι βούλονται συνάπτειν μὲν ἀμιγῆ τινα Αἰῶνα καὶ ἀθήλυντον, ἀπὸ ἀπὸ Πληρώματος δὲ ἐνταῦθα ἐλθόντα κατ᾿ ἀναζήτησιν τῆς ψυχῆς τῆς ἄνωθεν ἀπὸ τῆς μητρὸς Σοφίας Μούσης, δὴ καὶ Ἀχαμὼθ βούλονται τὸ ὄνομα ἀνατυποῦν τε καὶ πλάττειν, ὃν δὴ καὶ Σωτῆρa καλεῖν *καὶ Ὅρον κοὶ Σταυρὸν καὶ Ὁροθέτην καὶ Μεταγωγέα καὶ Ἰησοῦν τὸν διὰ Μαρίας ὡς διὰ σωλῆνος παρελθόντα. εἶναι δὲ αὐτὸν φῶς ἀπὸ τοῦ ἄνω Χριστοῦ καὶ διὰ τοῦτο πατρωνυμικῶς καλεῖσθαι Φῶς διὰ τὸ ἄνω Φῶς καὶ Χριστὸν διὰ τὸν ἄνω Χριοτὸν καὶ Λόγον διὰ τὸν ἄνω Λόγον καὶ Νοῦν ὡσαύτως >Σωτῆρα λέγεσθαι. ἀεὶ δὲ ὑπερβαίνειν τὸν αὐτοῦ πατέρα τὸν Δημιουργόν, συνανφέρειν δὲ τοὺς οὐτῷ πειθομένους ἅμα αὐτῷ πρὸς τὰς ἄνω συζυγίας τοῦ Πληρώματος. καὶ ὠ τῆς τούτων ληρῳδίας καὶ τοσαύτης ματαιολογίας. παραθήσομαι δὲ ὡς προεῖπον) καὶ ὡς αὐτοὶ συνέζευξαν τοῖς ποιητικοῖς καὶ ἐθνομύθοις πλάσμασι τὴν αὐτῶν ληρολογίαν, μετὰ τὴν τριακοντάδα γὰρ *τὸ ἓν ὄνομα μέσον καὶ ἀθήλυντον καὶ μετ᾿ αὐτὸ τὴν κατὰ συζυγίαν πάλιν Ὀγδοάδα εὑρεθεῖσαν ἀπὸ τοῦ Δημιουργοῦ, δυναμένην καὶ οὕτως συντίθεσθαι, καὶ ἔσςτιν τὰ ὀνόματα τάδε· πρῶτος ἐξέπαφος, Πορφυρίων Κλωθὼ Ῥύακος Λάχεσις Ἐπιφάων Ἄτροπος Ὑπερίων Ἀστεροπή. καὶ αὕτη μὲν ἡ τῶν ποιητῶν τούτων σκηνή, ἔχουσα καὶ ἄλλας πολλὰς όνομασίας θεῶν παρ΄ αὐτοῖς ὀνομαζομένων, ἀρρένων τε καὶ θηλειῶν, ἄλλως καὶ ἄλλως παρά τισι λεγομένων, δυναμένων ποιῆσαι καὶ τριακοσίων ἑξήκοντα πέντε ἀριθμὸν καὶ ἔτι εἰς πρόφασιν τῶν ἄλλων αἱρέσεων τῶν ταύτην πάλιν τὴν τραγικὴν ὑπόθεσιν ἐνστησαμένων ὀνειρωττομένων.