# Panarion (Adversus haereses) 4.1-13-7

Epiphanius, Panarion (Adversus haereses), 4.1 to 4.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/4.1-13

4. Ἰσίδωρον δὲ φάσκουσιν ἐν παραινέσεσι τῆς αὐτοῦ μοχθηρίας αἴτιον γεγενῆσθαι. εἰ δὲ καὶ αὐτὸς τὰ ἴσα φρονῶν καὶ ἐξ αὐτῶν ὁρμώμενος ἐτύγχανεν ἢ ἐκ φιλοσόφων μαθὼν παραινετικός τις καὶ αὐτὸς ὑπῆρχεν, οὐ πάνυ σαφῶς περὶ τοῦ Ἰσιδώ- ρου γνῶναι ἠδυνήθημεν. πλὴν οὑτοι πάντες καττύουσι τὴν ἴσην πραγματείαν. Πρῶτον μὲν οὖν ἐνομοθέτει αὐτὸς ὀ Ἐπιφάνης σὺν τῷ αὐτοῦ πατρί τε καὶ προστάτῃ τῆς αἱρέσεως Καρποκράτει καὶ τοῖς άμφαύτὸν κοινὰς εἰναι τὰς τῶν άνθρώπων γυναῖκας, ἔκ τε τῶν Πλά- τωνος Πολιτειῶν τὴν πρόφασιν λαβὼν καὶ τὴν ἰδίαν ἐπιθυμίαν ἐκτελῶν. ἐντεῦθεν δὲ τὴν ἀρχὴν ποιεῖται λέγων, ὡς έν τῷ εὐαγγελίῳ ἐξφέρεται τοῦ σωτῆρος φάσκοντος τρεῖς μὲν εὐνούχους εἶναι τόν τε ἐξ άνθρώπων εύνουχιζόμενον καὶ τὸν ἐκ γεννητῆς καὶ τὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ἑαυτὸν ἑκουσίως εὐνουχίσαντα, καί φησιν· »οἱ τοίνυν κατὰ ἀνάγκη, οὐ κατὰ λόγον εὐνοῦχοι γίνονται. οἶ δὲ ἕνεκα τῆς βασιλέας τῶν οὐρανῶν ἑαυτοὺς εὐνουχίσαντες, διὰ τὰ ἐκ κοῦ γάμου συμβαίνοντα, φασί, τὸν ἐπιλογισμὸν τοῦτον λαμβάνουσιν, τὴν περὶ τὸν πορτ- > τῶν ἐπιτηδείων ἀσχολίαν δεδιότες. καὶ <καὶ τῷ> »βέλτιον γαμῆσαι ἢ πυροῦσθαι, μὴ εἰς πῦρ ἐμβάλῃς τὴν ψυχήν σου«, φησὶ λέγειν τὸν ἀπό- στολον· ἡμέρας καὶ νυκτὸς ἀντέχων καὶ φοβούμενος, μὴ τῆς ἐγκρατείας ἀποπέσῃς. πρὸς γὰρ τὸ ἀντέχειν γινομένη ψυχὴ μερίζεται τῆς ἐλπίδος«. »ἀντέχου τοίνυν« ὡς ἤδη προεῖπον, τῆς παραινέσεως εἰς μέσον φέρων τὸν λόγον φησὶ κατὰ λέξιν ὁ Ἰσίδωρος ἐν τοῖς Ἠθικοῖς ἀποσπερματίσας εὐσυνειδήτως προσεύχου. ὅταν δέ, φησίν, ἠ εὐχαριστία ΣΟΥ εῖς αἴτησιν ὑποπέσῃ καὶ στῇς <εὶς> τὸ λοιπόν, οὐ κατορθώσας, [μὴ] αφαλῆναι, γάμησον«. εἶτα πάλιν φησίν «ἀλλὰ νέος τις ἤ πένης ἐστὶν ἤ κατωφερὴς (τουτέστιν ἀσθενὴς) καὶ οὐ θέλει γῆμαι κατὰ τὸν λόγον, οὖτος τοῦ ἀδελφοῦ μὴ χωριζέσθω«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
