Ancient Greek
4.1 to 4.3
Epiphanius, Panarion (Adversus haereses) 4.1-15-3
Not analysed yet
Οὗτος οὐ >Μάρκος μήτραν καὶ ἐκδοχεῖον τῆς Κολορβάσου Σιγῆς αὑτὸν μονώτατον γεγονέναι λέγων, ἅτε μονογενὴς ὑπάρχων, αὐτὸ τὸ τοῦ Ὑστερηματος <οὖν ὁ> κατατεθὲν εἶς αὐτὸν ὧδέ πως ἀπεκύησεν. αὐτὴν τὴν πανυπερτάτην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων τετράδα κατεληλυθέναι σχήματι γυναικείῳ πρὸς αὐτὸν (ἐπειδή, φησί, τὸ ἄρρεν ὁ κόσμος φέρειν οὐκ ἠδύνατο) καὶ μηνῦσαι αὑτήν, τίς ἦν, καὶ τὴν τῶν πάντων γένεσιν, ἣν οὐδενὶ πώποτεοὐδὲ θεῶν οὐδὲ ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μονωτάτῳ διηγήσασθαι οὕτως εἰποῦσαν· ὅτε τὸ πρῶτον ὁ Πατήρ, οὗ οὐκ ἔστιν >οὐδείς, ὁ ἀνεννόητος καὶ ἀνούσιος, ὁ μήτε ἄρρεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄρρητον ῥητὸν γενέσθαι καὶ τὸ ἀόρατον μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ· ὃς παραστὰς ὑπέδειξεν αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς.