# Panarion (Adversus haereses) 4.1-16-8

Epiphanius, Panarion (Adversus haereses), 4.1 to 4.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/4.1-16

4. Οἱ δὲ συνετοὶ κατακούσαντες τῆς περισσοτέρας αὐτῶν χλεύης καταγελάσαιεν τῆς μιμολογίας, ὡς ἕκαστος αὐτῶν ἕτερα παρὰ τὸν ἕτερον νομοθετεῖ ὡς βούλεται καὶ τῆς τόλμης ἑαυτοῦ οὐκ ἀνακόπτε- ται, ἀλλὰ ὅσαπερ δύναται ἕκαστος ἐπινοεῖ. καὶ τῶν ἔτι εἰς δεῦρο γεννωμένων παρ᾿ αὐτοῖς καὶ ἐπιφυομένων, οἳ καθ’ ἡμέραν εὑρίσκουσίν τι καινὸν εἰπεῖν καὶ φαντάσαι τοὺς ἐπαγομένους, χαλεπόν ἐστι πάντα τὰ τούτων * ζητῆσαι ἢ ἐξειπεῖν. ὅθεν ἀρκεσθήσομαι πάλιν τοῖς καὶ περὶ ταύτης τῆς αἱρέσεως εἰρημένοις, ἅτινα καὶ εἰς ἡμᾶς ἦλθεν ὑποδείξας. ἡ δὲ τοιαύτη διδασκαλία τίνι οὐκ ἂν σαφὴς εἴη ὡς μῦθός ἐστι καὶ χλεύη τὸ πᾶν; πόθεν γάρ, ὠ οὗτος σὺ ἢ οἱ πρὸ σοῦ, τὸ σῶμα εἰλήφατε; τὴν δὲ ψυχὴν πόθεν; τὸν δὲ ἐσώτατόν σου ἄνθρωπον πόθεν; καὶ εἰ μὲν ἄνωθεν ἀπὸ τοῦ ἄνω πνευματικοῦ, ὡς γέγεις δραματουργῶν καὶ ἐπαγγελίᾳ ἐλπίδος δεπφώσας τοὺς ὑπὸ σοῦ ἠπατημένους, ἵνα σκοπῷ τινι ἐπαρθέντες ὑποσυρῶσι τῇ σῇ γεγοητευμένοι δραματουργίᾳ, λέγε, τίς ἡ κοινωνία τοῦ ἄνω πνευματικοῦ πρὸς τὸ ὑλικόν; τίς ἴε ἡ τοῦ ὑλικοῦ πρὸς τὸ ψυχικόν; πῶς δὲ ὁ Δημιουργὸς τὰ μὴ ἑαυτοῦ ἐδημιούργει; πῶς δὲ ὁ ἄνω <πνευματικὸς> τὴν παρ᾿ αὐτοῦ δύναμιν πνευματικὴν παρέσχεν τῷ μὴ καλῶς ἐργασαμένῳ Δημιουργῷ; πόθεν δὲ ὁ Δημιουργὸς ἀναμίξας τὸ ἑαυτοῦ ψυχικὸν μετὰ τοῦ ὑλικοῦ τῇ ὕλῃ μᾶλλον ἠθέλησεν ἐγκαταδῆσαι τὴν ἑαυτοῦ δύναμιν; εἰ δὲ τὴν ἑαυτοῦ δύναμιν βούλεται ἐγκαταμῖξαι, οὐκ ἄρα ἀλλοτρία ἡ ὕλη. εἰ δὲ καὶ ἔστιν ἀλλοτρία, τίς αὐτῷ τῆς ὕλης παρέσχε τὴν ἐξουσίαν; καὶ πρῶτον λέγε μοι, ὠ ἀπατεών, πότερον μισῶν τὴν ψυχὴν κατέδησεν αὐτὴν τῇ ὕλῃ ἢ ἀγνοῶν τὸ ἐσόμενον; ἀλλ᾿ οἶδα ὅτι οὐδέτερον τούτων ἐρεῖς. ὕλην γὰρ οὐ λέγομεν τὸ σῶμα, μὴ γένοιτο, οὐδὲ τὰς τοῦ Μοῦ κτίσεις· ἀλλὰ ὕλην τινὰ οἶδεν ἡ γραφὴ μετὰ ταύτην τὴν φαύλην εἰς δὲ κατασκευὰς ἑκάστῃ τέχνη καὶ ἐργασίᾳ προκειμένην, ἄλλην τινά, λέγω δὲ τὴν ἐκ διανοίας φυομένην ῥυπαρὰν ἐνθύμησιν καὶ <τοὺς> βορβορώδεις λογισμοὺς ἁμαρτίας.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
