# Panarion (Adversus haereses) 4.1-20-8

Epiphanius, Panarion (Adversus haereses), 4.1 to 4.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/4.1-20

4. Τὰ ὅμοια δὲ τῷ ἑαυτοῦ ἐπιστήτῃ Μαρκίωνι περί τε τῆς ἄλλης σαρκὸς καὶ τῶν ἄλλων ὁμοίως ἐδογμάτισεν, φάσκων μὴ εἶναι ἀνάστασιν ωεκρῶν, καὶ τὰ ἄλλα ὅσαπερ * ἐπὶ τῆς γὴς, ἔδοξεν ὁμοίως δογματίζειν. ἀνατραπήσεται δὲ ὁ αὐτοῦ λογισμὸς λῆρός τις ὢν καὶ κατὰ πάντα τρόπον πεπλανημένος. οὔτε γὰρ ἰσχύσει σκότος ἔνθα τὸ φῶς παραφαίνερται οὔτε τὸ ψεῦδος σταθήσεται * οὔσης σκότος ἔνθα τὸ φῶς παραφαίνεται οὔτε τὸ ψεῦδος σταθήσεται* οὔσης τῆς ἀληθείας. εἰ γὰρ ὅλως κέχρησαι ταῖς γραφαῖς, ὦ Ἀπελλῆ καὶ οἱ ἀπὸ σοῦ Ἀπελληιανοί, ἐξ αὐτῶν τῶν γραφῶν εὑρεθήσεσθε ἐλεγχόμενοι· πρῶτον μέν, ὅτι κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ὁ δὲ ποιήσας ἔφη »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὀμοίωσιν«· ὡς εἴ τις ἀπὸ τῆς σου πεπλανημένης αἱρέσεως ἐπιστρέψειε πρὸς τὴς ἀλήθειαν, ὡς ἀπὸ σκότους ἀποδράσας καὶ ἀπὸ νυκτὸς ἀναστὰς εὓροι ἂν τὸ φῶς αὐτῷ ἀνατεῖλαν τῆς τοῦ θεοῦ γνώσεως ἠλίου δίκην καὶ ὑπὲρ κἥλιν. φανήσεται γὰρ παντί τῳ τὸν εὔλογον λογισμὸν κεκτημένῳ ὅτι ὁ εἰπών »ποιήσωμεν ἄνθρωπον« ὁ θεός ἐτιν ὁ τῶν ὅλων παρτήρ· συγκαλεῖται δὲ μεθ᾿ ἑαυτοῦ τὸν ἀεὶ ὄντα σὺν σαὐτῷ θεὸν Λόγον υἱὸν μονογενὴ, ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνωνς γεγεννημένον, ἅμα δὲ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα τὸ οὐκ ἀλλότριον αὐτοῦ οὐδὲ τοῦ αὐτοῦ ἰδίου υἱοῦ. εἰ γὰρ ἄλλος ἦν ὁ πλάσας τὸν ἄνθρωπον τουτέστιν καὶ τὸν κόσμον κτίσας, ἄλλς δὲ ὁ ἄνω ἀγαθὸς θεὸς παρ᾿ οὖ κατῆλθεν ὁ Χριστός, οὐκ ἄν ὁ Χριστὸς ἐλάμβανεν ἑαυτῷ σῶμα καὶ ἔπλασε , τὴν εἰκόνα τοῦ δημιουργοῦ εἰς ἑαυτὸν ἀνατυπῶν. ἀλλὰ δὴλον ὅτι αὐτός ἐστιν ὁ δημιουργὸς τοῦ ἀνθρώπου καὶ τοῦ κόσμου, ᾧ εἶπεν ὁ πατήρ »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«· ἀπὸ δὲ τοῦ ἑνὸς ὁ τότε τὸν ἄνθρωπον πεποιηκώς, πλάσας τε ἐκ γὴς τὸ τοῦ Ἀδὰμ σῶμα καὶ ποιήσας αὐτὸ εἰς ψυχὴν ζῶσαν.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
