# Panarion (Adversus haereses) 4.1-23-6

Epiphanius, Panarion (Adversus haereses), 4.1 to 4.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/4.1-23

4. Ἐπανελεύσομαι δὲ πάλιν εἰς τὰ προκείμενα, εἰς ἅπερ οὗτοι φαντάζονται περὶ τοῦ Μελχισεδέκ. ὅτι μὲν γὰρ ἅγιος ὁ δίκαιος ὑπῆρχε καὶ ἱερεὺς τοῦ θεοῦ καὶ βασιλεὺς τῆς Σαλὴν δῆλον, ἀλλ’ οὐ τῆς ἐν οὐρανῷ ὑπάρχων <τάξεως> καὶ ἀπ’ ούρανοῦ καταβεβηκώς· »οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου«, φηςὶν ὁ ἅγιος καὶ ἀψευδὴς θεὸς Λόγος. τὴν δὲ τάξιν τοῦ Μελχισεδὲκ κηρύττουσα ἡ θεία γραφὴ καὶ τὸ πνεῦμα ῥητῶς διδάσκον τὴν μετάθεσιν ἔδειξε τῆς ἱερωσύνης ἀπὸ παλαιᾶς συναγωγῆς καὶ τοῦ * ἔθνους εἰς τῆς ἔθνος κάλλιστον καὶ ὑπέρτατον καὶ οὐ μετοχῇ σαρκὸς διαδοχῆς ἡνωμένον. ὁ γὰρ Μελχισεδὲκ ὁ ἅγιος οὗτος οὐκέτι μετ’ αὐτ]ν διαδοχὴν ἔσχεν, ἀλλὰ ούδὲ ἀφαίρεσιν τῆς ἱερωσύνης. ἔμεινε γὰρ αὐτὸς ἱερεὺς τὸν πάντα χρόνον τῆς αὐτοῦ ζωῆς καὶ ἔτι ἐν τῇ γραφῇ ᾂδεται ἰερεύς, μηδενὸς αὐτ]ν διαδεξαμένου ἢ ἀνατρέψαντος τὴν κατὰ τὸν χρόνον τῆς αὐτοῦ ὑπηρεσίας ἱερωσύνην οὕτω καὶ ὁ κύριος ἡμῶν, οὐκ ὢν ἄνθρωπος, ἀλλὰ θεοῦ ἅγιος θεὸς Λόγος, υἱὸς υἱὸς θεοῦ γεννηθεὶς ἀνάρχως καὶ ἀχρόνως, ἀεὶ σὺν π ατρὶ ὤν, γενόμενος δὲ δι’ ἡμῆς ἐκ Μαρίας ἄνθρωπος καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, τὴν δὲ ἱερωσύνην * τῷ πατρὶ8 προσφέρει, ἐξ ἀνθρωπότητος τὸ φύραμα λαβών, ἵνα ὑπὲρ ἡμῶν ἱερεὺς καταστῇ κατὰ τὴν τάξιν Μελχισεδέκ, τὴν μκὴ ἔχουσαν διαδοχήν. μένει γὰρ τὰ ὑπὲρ ἡμῶν εἰς τὸ διηνεκὲς δῶρα προσφέρων, πρῶτον μὲν ἑαυτὸν διὰ τοῦ σταυροῦ προσενέγκας, ἵνα λύςῃ πᾶσαν θυσίαν παλαιᾶς δια- θήκης, τὴν ἐντελεστέραν [δὲ] καὶ ζῶσαν ὑπὲρ παντὸς τοῦ κόσμου ἱερουργήσας·

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
