# Panarion (Adversus haereses) 4.1.1-7

Epiphanius, Panarion (Adversus haereses), 4.1.1 to 4.1.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/4.1.1

<Δݲ.> Καὶ ὀ θεὸς ἐπιλέγεται τὸν Ἀβραὰμ τῷ αὐτῷ χαρακτῆρι τῆς ἁγίας καθολικῆς ἐκκλησίας ἐν ἀκροβυστίᾳ πιστὸν καὶ ἐν εὐσεβείᾳ τελειότατον, ἐν γνώσει προφήτην ἐν βίῳ εὐαγγελικὴν κεκτημένον ἀναστροφήν. οἴκοι γὰρ γέγονε πατέρα τιμῶν, καλούμενος <δὲ> ὑπὸ τοῦ λόγου καὶ τῶν οἰκείων ἀπετάσσετο, πειθόμενος δὲ] τῷ καλοῦντι, ὥσπερ οἱ περὶ Πέτρον καὶ Ἀνδρέαν καὶ Ἰάκωβον καὶ Ἱωάννην. καὶ ἵνα μὴ πόλιν μηκύνω τὸν λόγον, συνελὼν ἐρῶ εἰς ἔτη γὰρ ἐλάσας οὑτος ὁ πατριάρχης ἐνενήκοντα ἐννέα ὑπὸ τοῦ θεοῦ χρηματίζεται εἰς περιτομὴν καὶ ἄρχεται ἔνθεν ὁ χαρακτὴρ τοῦ Ἱουδαϊσμοῦ μετὰ τὸν Ἑλληνισμόν· καὶ ἠν 〈ἀπὸ〉 τῆς τοῦ κόσμου καταβολῆς εἰκοστὴ πρώτη γενεά, ἔτη τρισχίλια τετρακόσια τριάκοντα ἕν. Σκυθισμὸς γὰρ ἀπὸ τοῦ κατακλυσμοῦ ἄχρι τοῦ πύργου καὶ τοῦ Σερούχ, ἀπὸ δὲ τοῦ Σεροὺχ ἕως τοῦ Ἀβραὰμ καὶ δεῦρο Ἑλληνισμός, ἀπὸ δὲ Ἀβραὰμ οὔπω ἐπώ- νυμον ἦν αἱρέσεως ἀλλ᾿ ἢ μόνον τῆς αὐτοῦ θεοσεβείας τοὔνομα· Ἀβράμιοι τοίνυν οἱ ἀπὸ Ἀβραὰμ ἐκαλοῦντο. παῖδες γὰρ ὑπῆρξαν τούτῳ ἀκτώ, Ἰσαὰκ δὲ ὁ κληρονόμος μόνος ἠν, διότι καὶ κατὰ γνώμην πατρὸς ἐβίου θεοσεβείᾳ προσανέχων καὶ κατ᾿ ἐπαγγελίαν θεοῦ τῷ πατρὶ ἐδεδώρητο. ἴσχε δὲ πρὸ τούτου τὸν Ἰσμαὴλ ἀπὸ παιδίσκης τῆς Ἄγαρ, Χεττούρα δὲ τούτῳ τίκτει παῖδας ἕξ. διεμερίσθησαν δὲ οὐτοι ἐπὶ τὴν εὐδαίμονα Ἀραβίαν λεγομένην· Ζεμβρὰν καὶ Ἰεζὰν καὶ Ἰεσβὸκ καὶ Σωυὲ καὶ Ἐμαδὲμ καὶ Μαδία. καὶ ὁ τῆς παιδίσκης‘ Ἰσμαὴλ δὲ ὡς ἔφην τούτῳ ἠν ὄνομα), καταλαμβάνει δὲ οὑτος * καὶ κτίζει τὴν Φαρὰν καλουμένην ἐν τῇ ἐρήμῳ. τούτῳ παῖδες γίνονται δεκαδύο τὸν ἀριθμόν, ἐξ ὡν αἱ φυλαὶ τῶν Ἀγαρηνῶν τῶν καὶ Ἰσμαηλιτῶν, Σαρακηνῶν δὲ τανῦν καλουμένων.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
