# Panarion (Adversus haereses) 4.1.8-14

Epiphanius, Panarion (Adversus haereses), 4.1.8 to 4.1.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/4.1.8

γεννᾷ δὲ Ἰσαὰκ δύο παῖδας, Ἠσαῦ τε καὶ Ἰακώβ, καὶ ἐκαλεῖτο τότε τὸ γένος τῶν θεοσεβῶν Ἀβράμιοί τε καὶ Ἰσάκιοι. διορισθέντας δὲ τοῦ Ἠσαῦ ἐπὶ τὴν Ἰδουμαίαν πρὸς τῇ μεσημβρίᾳ τῆς Χαναὰν κειμένην χώραν καὶ ἀνατολῇ οἰκιστὴς | γίνεται τοῦ Σηεὶρ ὄροις καὶ πόλιν κτίζει τὴν] Ἐδώμ, τὴν Ῥοκὸμ καὶ Πέτραν καλουμένην. γίνονται δὲ τούτῳ παῖδες καὶ ἡγεμονεύουσιν ἐν τῇ Ἰδουμαίᾳ ἕκαστος κατὰ διαδοχήν, οἵ καὶ ἐκαλοῦντο ἡγεμόνες Ἐδώμ. ἐξ οὗπερ πέμπτος κατὰ διαδοχὴν ὁ Ἰώβ, ὑπεξαιρουμένου τοῦ Ἀβραὰμ τοῦ ἀριθμοῦ τούτου, ἀπὸ δὲ Ἰσαὰκ ἀριθμουμένου· Ἰσαὰκ γὰρ γεννᾷ τὸν Ησαῦ, Ἠασῦ τὸν Ῥαγουήλ, Ῥαγουὴλ τὸν Ζαρá, Ζαρὰ τὸν Ἰώβ, πρὶν μὲν καλούμενον Ἰωβὰβ ὔστερον δὲ κληθέντα Ἰώβ, ὀλίγον ἔμπροσθεν πρὸ τοῦ γενομένου αὐτῷ πειρασμοῦ. ἠν δὲ περιτομὴ πολιτευομένη. Ἰακὼβ δὲ ἀποδιδράσκει ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ διὰ μῆνιν αὐτοῦ κατὰ συμβουλίαν πατρὸς καὶ μητρὸς ἐπὶ τὴν Μεσοποταμίαν Φαδάν, ἐπέκεινα τῆς Μεσοποταμίας Σουβά· ὅς ἄγεται ἐκεεῖθεν τῆς ἰδίας συγγενείας γαμετὰς τέσσαρας τὸν ἀριθμὸν καὶ κυΐσκουσιν αὐτῷ παῖδας δεκαδύο, τοὺς καὶ πατριάρχας ἐπικληθέντας. παλινδρομοῦντι δὲ αὐτῷ ἐπὶ τὴν Χανανῖτιν γῆν πρὸς τὸν ἴδιον αὐτοῦ πατέρα Ἰσαὰκ καὶ μητέρα Ῥεβέκκαν γίνεταί τις αὐτῷ ὀπτασία ἐκ θεοῦ παρὰ τὰς τοῦ Ἰορδάνου διεκβολάς Ἰαβὸκ δὲ τὸν χειμάρρουν καλοῦσιν), ἔνθα που ἐθεάσατο παρεμβολὰς ἀγγέλων. »καὶ ἰδού, φησίν, ἄνθρωπος ἀφ’ ἑσπέρας καὶ συνεπάλαιεν αὐτῷ ἄχρι τῆς ἕω«, ὃν ἄγγελον ἐπεσημήνατο ἡ γραφή· ὃς κατ᾿ εὐλογίαν δίδωσι τῷ Ἰακὼβ ἀξιώματος ὄνομα τὸ Ἰσραήλ. διαναστὰς δὲ ἐκεῖθεν Ἰακὼβ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου εἶδος θεοῦ. ἐπειδὴ <δὲ> ὁ πρὸς αὐτὸν διὰ τῆς εὐλογίας »οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ᾿ Ἰσραὴλ κληθήσεται« * καὶ διέστειλε λέγων ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ«, ἀπὸ τούτου τοῦ χρόνου Ἰσραηλῖται καλοῦνται.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
