Ancient Greek
4.12 to 4.13
Epiphanius, Panarion (Adversus haereses) 4.12-13
Not analysed yet
τίς οὖν ὁ τούτου πατήρ, ὁ πρὸ αὐτοῦ ψεύστης ὑπάρχων, ἀλλ’ ἢ ὁ Κάϊν, οὗ μιμητὴς ὁ Ἰούδας; ἐκεῖνος γάρ, ψευσάμενος τῷ ἀδελφῷ ὡς ἐν φιλαδελφίᾳ, ἠπάτησε καὶ παρέπεισεν διὰ τοῦ ψεύδους καὶ ἐξαγαγὼν αὐτὸν ἐν τῷ πεδίῳ ἐπάρας τὴν χεῖρα ἀπέκτεινεν. οὕτω καὶ ὁ Ἰούδας »τί θέλετέ μοι« φησί δοῦναι, καὶ ἐγὼ αὐτὸν παραδώσω ὑμῖν; «καί »ὃν ἂν φιλήσω. αὐτός ἐστι, κρατήσατε αὐτόν«. καὶ ἐλθὼν ὁ προδότης »χαῖρε Ῥαββί« ἔλεγε, τοῖς χείλεσι τιμῶν, καρδίαν δὲ πόρρω ἀπέχουσαν θεοῦ κεκτημένος.