Ancient Greek
Κατὰ Καϊανῶν ιݲλݲ τῆς δὲ ἀκολουθίας λݲηݲ., Chapter 4
Epiphanius, Panarion (Adversus haereses) 4.2-4
Not analysed yet
συνῳδὰ δὲ τῇ παλαιᾷ διαθήκῃ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ περὶ τούτου λέγει, Ἰουδαῖοι ἔλεγον »ἡμεῖς πατέρα ἔχομεν τὸν θεόν«. ὁ δὲ κύριος πρὸς αὐτοὺς ἔφη »ὑμεῖς υἱοί ἐστε τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου, ὅτι ψεύστης ἐστίν, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἠν. ἐκεῖνος ἀνθρωποκτόνος ἠν καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔμεινεν· ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἠν«.