Ancient Greek
4.2.7 to 4.2.9
Epiphanius, Panarion (Adversus haereses) 4.2.7-9
Not analysed yet
ἀλλὰ καὶ παρ Ὁρφέως καὶ ἄλλων τινῶν τὴν ἀρχὴν λαβόντα καὶ εἰς αἱρέσεις συσταθέντα ὕστερον ἐν Ἐπικούρῳ καὶ Ζήνωνι τῷ Στωϊκῷ καὶ Πυθαγόρᾳ καὶ Πλάτωνι ἐξ οὑπερ ἤρξαντο χρόνου κρατυνθείσας ἕως τῶν Μακεδονικῶν χρόνων καὶ Ξέρξου τοῦ βασιλέως τῶν Περσῶν μετὰ τὴν ἅλωσιν τῶν Ἰεροσολύμων τὸ πρῶτον καὶ Ναβουχοδονόσορ αἰχμαλωσίαν καὶ Δαρείου καὶ τῶν κατὰ Άλέξανδρον τὸν Μακεδόνα χρόνον. Πλάτων γὰρ κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐγνωρίζετο καὶ οἱ πρὸ αὐτοῦ Πυθαγόρας τε καὶ Ἐπίκουρος ὁ μετέπειτα. ὅθεν δὴ ὡ. ς προεῖπον τὴν πρόφασιν εἴληφεν καὶ εἰς κατάστασιν ἠλθε τὰ πὰρ’ Ἕλλησι συγγράμματα καὶ μετὰ τοῦτον τὸν χρόνον αἱ βοώμεναι αἱρέσεις τῶν φιλοσόφων, πρὸς ἀλλήλας τῇ μὲν πλάνῃ συνᾴδουσαι καὶ ὁμόστοιχον γνῶσιν συνυφαίνουσαι εἰδωλολατρείας τε καὶ ἀσεβείας καὶ ἀθεΐας, τῇ δὲ αὐτῇ πλάνῃ εἰς ἑαυτὰς συγκλώμεναι διαφέρονται] ἑτέρα πρὸς τὴν ἑτέραν.