# Panarion (Adversus haereses) 4.2-7

Epiphanius, Panarion (Adversus haereses), 4.2 to 4.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/4.2

ὁ δὲ τούτου παῖς Ἰσαὰκ ὀκταήμερος περιτέμνεται, ὡς τὸ τοῦ θεοῦ εἶχεν θέσπισμα. καὶ ὡμολόγηται μὲν ὅτι ἐκ προστάγματος θεοῦ ἡ περιτομὴ τότε ὑπῆρχεν, τύπῳ δὲ ἦν αὕτη διατεταγμένη τότε, ὡς κατὰ ἀκολουθίαν προβαίνοντες ὕστερον περὶ τούτου δείξομεν. διήρκεσαν τοίνυν περιτεμνόμενοι καὶ θεοσεβείᾳ προσανέχοντες οἱ αὐτοῦ τοῦ Ἀβραὰμ κατὰ διαδοχὴν παῖδες, ἀπ᾿ αὐτοῦ φημι καὶ καθεξῆς Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ τούτου παῖδες, ἔν τε τῇ Χανανίτιδι γῇ, Ἰουδαίᾳ καὶ Φυλιστιεὶμ οὕτως κληθείσῃ τότε, τανῦν δὲ Παλαιστίνῃ καλουμένῃ, ἀλλὰ καὶ έν Αἰγύπτῳ. Ἰακὼβ γὰρ ὁ καὶ Ἰσραὴλ κάτεισιν ἅμα τοῖς ἕνδεκα αὐτοῦ παισὶν εἰς Αἴγυπτον. ἔτος κατάγων ἑκατοστὸν τριακοστὸν τῆς αὐτοῦ ζωῆς. Ἰωσὴφ δὲ ὁ ἕτερος αὐτοῦ υἱὸς ἤδη ἐν Αἰγύπτῳ προϋπῆρχεν βασιλεύων, πραθεὶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ διὰ φθόνον. ἡ δὲ τοῦ θεοῦ οἰκονομία τὰ ἀγαθὰ συνεργοῦσα τῷ δικαίῳ, εἰς θαυμασμὸν μετήγαγεν τὴν κατὰ τοῦ αὐτοῦ Ἰωσήφ ἐπιβουλήν. κάτεισι τοίνυν ὡς προεῖπον ὁ Ἰακὼβ εἰς Αἴγυπτον καὶ οἱ αὐτοῦ υἱοὶ καὶ γυναῖκες καὶ ἔκγονοι ἐν ἑβδομήκοντα πέντε ψυχαῖς ἀριθμηθέντες, ὡς περιέχει ἡ πρώτη βίβλος τῆς κατὰ τὸν Μωυσέα πεντατεύχου, περὶ τούτων πάντων σαφῶς δηλοῦσα. διετέλεσαν δὲ ἐκεῖσε ἐπὶ πέντε γενεαῖς, ὡς καὶ πολλάκις εἶπον, νῦν δὲ ἀνάγκην ἔσχον ταῦτα δευτερῶσαι. ἔμειναν γὰρ ἀπὸ τοῦ Ἰακὼβ αἱ γενεαὶ ἀριθμούμεναι διὰ τοῦ Λευί, ἐξ οὗπερ οἱ ἱερεῖς κατέστησαν, καὶ διὰ τοῦ Ἰούδα, ἐξ οὗ μετὰ χρόνον ὁ βασιλεὺς ἠρξε Δαυίδ. καὶ ὁ μὲν Λευὶ γεννᾷ τὸν Καὰθ καὶ τοὺς ἄλλους, Καὰθ γεννᾷ τὸν Ἀμράμ, Ἀμρὰμ γεννᾷ τὸν Μωυσέα καὶ Ἀαρὼν τὸν ἀρχιερέα. οὗτος ὁ Μωυσῆς ἐκβάλλει τοὺς υἱοὺς Ἰσραὴλ ἐν δυνάμει θεοῦ ἐκ γῆς Αἰγύπτου. ὡς ἔχει ἡ δευτέρα βίβλος κατὰ τὴν νομοθεσίαν.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
