Ancient Greek
Κατὰ Ὀσσαίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ςݲ, τῆς δὲ, Chapter 4
Epiphanius, Panarion (Adversus haereses) 4.3
Not analysed yet
τίσι δὲ λόγοις καὶ κενοφωνίαις ὕστερον ἐν τῇ βίβλῳ ἀπατᾷ λέγων »μηδεὶς ζητήσῃ τὴν ἑρμηνείαν, ἀλλ᾿ ἢ μόνον ἐν τῇ εὐχῇ τάδε λεγέτω«, καὶ αὐτὰ δῆθεν ἀπὸ ἙβραΪκῆς διαλέκτου μετενέγκας, ὡς ἀπὸ μέρους κατειλήφαμεν, οὐδὲν ὄντα τὰ παρ αὐτῷ φανταζόμενα. φάσκει γὰρ λέγειν »ἀβὰρ ἀνὶδ μωΐβ νωχιλὲ δαασὶμ ἀνὴ δαασὶμ νωχιλὲ μωΐβ ἀνὶδ ἀβὰρ σελάμ«, ἅτινα ἑρμηνευόμενα ἔχει τὴν σαφήνειαν ταύτην·